Book 4
ὕστερον δὲ τὴν εὐτυχίαν οὐ φέρων ἀνθρωπίνως, καὶ μετασχὼν κοινῆς τραπέζης καὶ πάσης παρρησίας, ἀπήγγελλε τοῖς ἀνθρώποις τὰ παρὰ τοῖς ἀθανάτοις ἀπόρρητα. διʼ ἣν αἰτίαν καὶ ζῶν ἐκολάσθη καὶ τελευτήσας αἰωνίου κατὰ τοὺς μύθους τιμωρίας ἠξιώθη, καταταχθεὶς εἰς τοὺς ἀσεβεῖς.
τούτου δʼ ἐγένετο Πέλοψ υἱὸς καὶ Νιόβη θυγάτηρ· αὕτη δʼ ἐγέννησεν υἱοὺς ἑπτὰ καὶ θυγατέρας τὰς ἴσας εὐπρεπείᾳ διαφερούσας. ἐπὶ δὲ τῷ πλήθει τῶν τέκνων μέγα φρυαττομένη πλεονάκις ἐκαυχᾶτο καὶ τῆς Λητοῦς ἑαυτὴν εὐτεκνοτέραν ἀπεφαίνετο. εἶθʼ ἡ μὲν Λητὼ κατὰ τοὺς μύθους χολωσαμένη προσέταξε τῷ μὲν Ἀπόλλωνι κατατοξεῦσαι τοὺς υἱοὺς τῆς Νιόβης, τῇ δʼ Ἀρτέμιδι τὰς θυγατέρας. τούτων δʼ ὑπακουσάντων τῇ μητρὶ καὶ κατὰ τὸν αὐτὸν καιρὸν κατατοξευσάντων τὰ τέκνα τῆς Νιόβης, συνέβη τὴν προειρημένην ὑφʼ ἕνα καιρὸν ὀξέως ἅμα εὔτεκνον καὶ ἄτεκνον γενέσθαι.
ἐπεὶ δὲ ὁ Τάνταλος μισηθεὶς ὑπὸ τῶν θεῶν ἐξέπεσεν ἐκ τῆς Παφλαγονίας ὑπὸ Ἴλου τοῦ Τρωός, ἀναγκαῖόν ἐστι καὶ τὰ περὶ τὸν Ἶλον καὶ τοὺς προγόνους αὐτοῦ διελθεῖν.
τῆς Τρῳάδος χώρας πρῶτος ἐβασίλευσε Τεῦκρος, υἱὸς ὢν Σκαμάνδρου τοῦ ποταμοῦ καὶ Ἰδαίας νύμφης, ἀνὴρ ἐπιφανής, καὶ τοὺς λαοὺς ἀφʼ ἑαυτοῦ Τεύκρους προσηγόρευσε. Τεύκρου δʼ ἐγένετο θυγάτηρ Βάτεια· ταύτην δὲ Δάρδανος ὁ Διὸς γήμας, καὶ τὴν βασιλείαν διαδεξάμενος, τοὺς μὲν λαοὺς ἀφʼ ἑαυτοῦ ὠνόμασε Δαρδάνους, πόλιν δʼ οἰκίσας ἐπὶ θαλάττης ὠνόμασεν ἀφʼ ἑαυτοῦ Δάρδανον.
τούτου δʼ Ἐριχθόνιος υἱὸς γενόμενος εὐδαιμονίᾳ καὶ πλούτῳ πολὺ διήνεγκε· περὶ οὗ καὶ ὁ ποιητὴς Ὅμηρός φησι, ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων· τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο.
Ἐριχθονίου δʼ υἱὸς γενόμενος Τρὼς τοὺς λαοὺς ὠνόμασεν ἀφʼ ἑαυτοῦ Τρῶας. τούτου δʼ ἐγένοντο τρεῖς υἱοί, Ἶλος, Ἀσσάρακος, Γανυμήδης. Ἶλος μὲν οὖν ᾤκισεν ἐν πεδίῳ πόλιν ἐπιφανεστάτην τῶν ἐν τῇ Τρῳάδι, Ἴλιον ἀφʼ ἑαυτοῦ θέμενος τὴν προσηγορίαν.
Ἴλου δὲ γενόμενος υἱὸς Λαομέδων Τιθωνὸν καὶ Πρίαμον ἐγέννησεν· ὧν Τιθωνὸς μὲν στρατεύσας εἰς τὰ πρὸς ἕω μέρη τῆς Ἀσίας καὶ διατείνας ἕως Αἰθιοπίας ἐμυθολογήθη ἐξ Ἠοῦς τεκνῶσαι Μέμνονα τὸν τοῖς Τρωσὶ βοηθήσαντα καὶ ὑπʼ Ἀχιλλέως ἀναιρεθέντα, Πρίαμος δʼ Ἑκάβην γήμας σὺν ἄλλοις πλείοσιν υἱοῖς ἐγέννησεν Ἕκτορα τὸν ἐπισημόντατον γενόμενον ἐν τῷ Τρωικῷ πολέμῳ.
Ἀσσάρακος δὲ Δαρδάνων βασιλεύσας Κάπυν ἐγέννησεν, ἐξ οὗ τεκνωθεὶς Ἀγχίσης ἐξ Ἀφροδίτης Αἰνείαν ἐγέννησε τὸν ἐπιφανέστατον τῶν Τρώων. Γανυμήδης δὲ τῶν ἁπάντων εὐπρεπείᾳ διαφέρων ὑπὸ τῶν θεῶν ἀνηρπάγη τῷ Διὶ οἰνοχοεῖν.
τούτων δʼ ἡμῖν διευκρινημένων πειρασόμεθα διεξιέναι περὶ Δαιδάλου καὶ Μινωταύρου καὶ τῆς Μίνωος στρατείας εἰς Σικελίαν ἐπὶ Κώκαλον τὸνβασιλέα.
Δαίδαλος ἦν τὸ μὲν γένος Ἀθηναῖος, εἷς τῶν Ἐρεχθειδῶν ὀνομαζόμενος· ἦν γὰρ υἱὸς Μητίονος τοῦ Εὐπαλάμου τοῦ Ἐρεχθέως· φύσει δὲ πολὺ τοὺς ἄλλους ἅπαντας ὑπεραίρων ἐζήλωσε τά τε περὶ τὴν τεκτονικὴν τέχνην καὶ τὴν τῶν ἀγαλμάτων κατασκευὴν καὶ λιθουργίαν. εὑρετὴς δὲ γενόμενος πολλῶν τῶν συνεργούντων εἰς τὴν τέχνην, κατεσκεύασεν ἔργα θαυμαζόμενα κατὰ πολλοὺς τόπους τῆς οἰκουμένης.
κατὰ δὲ τὴν τῶν ἀγαλμάτων κατασκευὴν τοσοῦτο τῶν ἁπάντων ἀνθρώπων διήνεγκεν ὥστε τοὺς μεταγενεστέρους μυθολογῆσαι περὶ αὐτοῦ διότι τὰ κατασκευαζόμενα τῶν ἀγαλμάτων ὁμοιότατα τοῖς ἐμψύχοις ὑπάρχει· βλέπειν τε γὰρ αὐτὰ καὶ περιπατεῖν, καὶ καθόλου τηρεῖν τὴν τοῦ ὅλου σώματος διάθεσιν, ὥστε δοκεῖν εἶναι τὸ κατασκευασθὲν ἔμψυχον ζῷον.
πρῶτος δʼ ὀμματώσας καὶ διαβεβηκότα τὰ σκέλη ποιήσας, ἔτι δὲ τὰς χεῖρας διατεταμένας ποιῶν, εἰκότως ἐθαυμάζετο παρὰ τοῖς ἀνθρώποις· οἱ γὰρ πρὸ τούτου τεχνῖται κατεσκεύαζον τὰ ἀγάλματα τοῖς μὲν ὄμμασι μεμυκότα, τὰς δὲ χεῖρας ἔχοντα καθειμένας καὶ ταῖς πλευραῖς κεκολλημένας.
ὁ δʼ οὖν Δαίδαλος κατὰ τὴν φιλοτεχνίαν θαυμαζόμενος ἔφυγεν ἐκ τῆς πατρίδος, καταδικασθεὶς ἐπὶ φόνῳ διὰ τοιαύτας αἰτίας. τῆς ἀδελφῆς τῆς Δαιδάλου γενόμενος υἱὸς Τάλως ἐπαιδεύετο παρὰ Δαιδάλῳ, παῖς ὢν τὴν ἡλικίαν·
εὐφυέστερος δʼ ὢν τοῦ διδασκάλου τόν τε κεραμευτικὸν τροχὸν εὗρε καὶ σιαγόνι περιτυχὼν ὄφεως, καὶ ταύτῃ ξυλήφιον μικρὸν διαπρίσας, ἐμιμήσατο τὴν τραχύτητα τῶν ὀδόντων· διόπερ κατασκευασάμενος ἐκ σιδήρου πρίονα, καὶ διὰ τούτου πρίζων τὴν ἐν τοῖς ἔργοις ξυλίνην ὕλην, ἔδοξεν εὔχρηστον εὑρηκέναι μέγα πρὸς τὴν τεκτονικὴν τέχνην. ὁμοίως δὲ καὶ τὸν τόρνον εὑρὼν καὶ ἕτερά τινα φιλοτεχνήματα,
δόξαν ἀπηνέγκατο μεγάλην. ὁ δὲ Δαίδαλος φθονήσας τῷ παιδί, καὶ νομίζων αὐτὸν πολὺ τῇ δόξῃ προέξειν τοῦ διδασκάλου, τὸν παῖδα ἐδολοφόνησε. θάπτων δʼ αὐτὸν καὶ περικατάληπτος γενόμενος, ἐπηρωτήθη τίνα θάπτει, καὶ ἔφησεν ὄφιν καταχωννύειν. θαυμάσαι δʼ ἄν τις τὸ παράδοξον, ὅτι διὰ τὸ ζῷον ἐξ οὗ τοῦ πρίονος ἐνεθυμήθη τὴν κατασκευήν, διὰ τούτου καὶ τοῦ φόνου τὴν ἐπίγνωσιν συνέβη γενέσθαι.
κατηγορηθεὶς δὲ καὶ καταδικασθεὶς ὑπὸ τῶν Ἀρεοπαγιτῶν φόνου, τὸ μὲν πρῶτον ἔφυγεν εἰς ἕνα τῶν κατὰ τὴν Ἀττικὴν δήμων, ἐν ᾧ τοὺς κατοικοῦντας ἀπʼ ἐκείνου Δαιδαλίδας ὀνομασθῆναι.
μετὰ δὲ ταῦτα διαδρὰς εἰς Κρήτην, καὶ διὰ τὴν ἐν τῇ τέχνῃ δόξαν θαυμαζόμενος, φίλος ἐγένετο Μίνωος τοῦ βασιλέως. κατὰ δὲ τὸν παραδεδομένον μῦθον Πασιφάης τῆς Μίνωος γυναικὸς ἐρασθείσης τοῦ ταύρου, μηχάνημα ποιήσας ὡμοιωμένον βοΐ συνήργησε τῇ Πασιφάῃ πρὸς τὴν ἐπιθυμίαν.
μυθολογοῦσι γὰρ πρὸ τούτων τῶν χρόνων Μίνωα κατʼ ἐνιαυτὸν συνήθως καθιεροῦν τὸν κάλλιστον τῶν γινομένων ταύρων τῷ Ποσειδῶνι καὶ θύειν τοῦτον τῷ θεῷ· γενομένου δὲ τότε ταύρου κάλλει διαφέροντος ἕτερον τῶν ἡττόνων ταύρων θῦσαι· τὸν δὲ Ποσειδῶνα μηνίσαντα τῷ Μίνῳ ποιῆσαι τὴν γυναῖκα αὐτοῦ Πασιφάην ἐρασθῆναι τοῦ ταύρου.
διὰ δὲ τῆς τούτου φιλοτεχνίας τὴν Πασιφάην μιγεῖσαν τῷ ταύρῳ γεννῆσαι τὸν μυθολογούμενον Μινώταυρον. τοῦτον δέ φασι διφυῆ γεγονέναι, καὶ τὰ μὲν ἀνώτερα μέρη τοῦ σώματος ἄχρι τῶν ὤμων ἔχειν ταύρου, τὰ δὲ λοιπὰ ἀνθρώπου.
τῷ δὲ τέρατι τούτῳ πρὸς διατροφὴν λέγεται κατασκευάσαι Δαίδαλον λαβύρινθον, τὰς διεξόδους σκολιὰς ἔχοντα καὶ τοῖς ἀπείροις δυσευρέτους, ἐν ᾧ τρεφόμενον τὸν Μινώταυρον τοὺς ἐξ Ἀθηνῶν ἀποστελλομένους ἑπτὰ κόρους καὶ κόρας ἑπτὰ κατεσθίειν, περὶ ὧν προειρήκαμεν.
τὸν οὖν Δαίδαλον πυθόμενον τὴν ἀπειλὴν τοῦ Μίνωος διὰ τὴν κατασκευὴν τῆς βοός φασι φοβηθέντα τὴν ὀργὴν τοῦ βασιλέως ἐκ τῆς Κρήτης ἐκπλεῦσαι, συνεργούσης τῆς Πασιφάης καὶ πλοῖον δούσης πρὸς τὸν ἔκπλουν.
μετὰ δὲ τούτου τὸν υἱὸν Ἴκαρον φυγόντα κατενεχθῆναι πρός τινα νῆσον πελαγίαν, πρὸς ἣν τὸν Ἴκαρον παραβόλως ἀποβαίνοντα πεσεῖν εἰς θάλατταν καὶ τελευτῆσαι, ἀφʼ οὗ καὶ τὸ πέλαγος Ἰκάριον ὀνομασθῆναι καὶ τὴν νῆσον Ἰκαρίαν κληθῆναι. τὸν δὲ Δαίδαλον ἐκ τῆς νήσου ταύτης ἐκπλεύσαντα κατενεχθῆναι τῆς Σικελίας πρὸς χώραν ἧς βασιλεύοντα Κώκαλον ἀναλαβεῖν τὸν Δαίδαλον, καὶ διὰ τὴν εὐφυΐαν καὶ δόξαν ποιήσασθαι φίλον ἐπὶ πλέον.
τινὲς δὲ μυθολογοῦσι, κατὰ τὴν Κρήτην ἔτι Δαιδάλου διατρίβοντος καὶ ὑπὸ τῆς Πασιφάης κρυπτομένου, Μίνωα μὲν τὸν βασιλέα βουλόμενον τιμωρίας ἀξιῶσαι τὸν Δαίδαλον, καὶ μὴ δυνάμενον εὑρεῖν, τά τε πλοῖα πάντα τὰ κατὰ τὴν νῆσον ἐρευνᾶν καὶ χρημάτων πλῆθος ἐπαγγέλλεσθαι δώσειν τῷ τὸν Δαίδαλον ἀνευρόντι.
ἐνταῦθα τὸν Δαίδαλον ἀπογνόντα τὸν διὰ τῶν πλοίων δρασμόν, κατασκευάσαι παραδόξως πτέρυγας πεφιλοτεχνημένας καὶ διὰ κηροῦ θαυμαστῶς ἠσκημένας· ἐπιθέντα δὲ ταύτας τῷ τε τοῦ υἱοῦ σώματι καὶ τῷ ἑαυτοῦ παραδόξως ἐκπετασθῆναι καὶ διαδρᾶναι τὸ πλησίον τῆς Κρήτης νήσου πέλαγος.
καὶ τὸν μὲν Ἴκαρον διὰ τὴν νεότητα μετέωρον τὴν πτῆσιν ποιούμενον πεσεῖν εἰς τὸ πέλαγος, τακέντος διὰ τὸν ἥλιον τοῦ συνέχοντος τὰς πτέρυγας κηροῦ, αὐτὸν δὲ παρὰ τὴν θάλατταν πετόμενον καὶ παρʼ ἕκαστον τέγγοντα τὰς πτέρυγας διασωθῆναι παραδόξως εἰς τὴν Σικελίαν. ἀλλὰ περὶ μὲν τούτων εἰ καὶ παράδοξός ἐστιν ὁ μῦθος, ὅμως ἐκρίναμεν μὴ παραλιπεῖν αὐτόν.
Δαίδαλος δὲ παρά τε τῷ Κωκάλῳ καὶ τοῖς Σικανοῖς διέτριψε πλείω χρόνον, θαυμαζόμενος ἐν τῇ κατὰ τὴν τέχνην ὑπερβολῇ. κατεσκεύασε δʼ ἐν τῇ νήσῳ ταύτῃ τινὰ τῶν ἔργων ἃ μέχρι τοῦ νῦν διαμένει. πλησίον μὲν γὰρ τῆς Μεγαρίδος φιλοτέχνως ἐποίησε τὴν ὀνομαζομένην κολυμβήθραν, ἐξ ἧς μέγας ποταμὸς εἰς τὴν πλησίον θάλατταν ἐξερεύγεται καλούμενος Ἀλαβών.
κατὰ δὲ τὴν νῦν Ἀκραγαντίνην ἐν τῷ Καμικῷ καλουμένῳ πόλιν ἐπὶ πέτρας οὖσαν πασῶν ὀχυρωτάτην κατεσκεύασε καὶ παντελῶς ἐκ βίας ἀνάλωτον· στενὴν γὰρ καὶ σκολιὰν τὴν ἀνάβασιν αὐτῆς φιλοτεχνήσας ἐποίησε δύνασθαι διὰ τριῶν ἢ τεττάρων ἀνθρώπων φυλάττεσθαι. διόπερ ὁ Κώκαλος ἐν ταύτῃ ποιήσας τὰ βασίλεια καὶ τὰ χρήματα κατατιθέμενος ἀνάλωτον ἔσχεν αὐτὴν διὰ τῆς ἐπινοίας τοῦ τεχνίτου.
τρίτον δὲ σπήλαιον κατὰ τὴν Σελινουντίαν χώραν κατεσκεύασεν, ἐν ᾧ τὴν ἀτμίδα τοῦ κατʼ αὐτὴν πυρὸς οὕτως εὐστόχως ἐξέλαβεν ὥστε διὰ τὴν μαλακότητα τῆς θερμασίας ἐξιδροῦν λεληθότως καὶ κατὰ μικρὸν τοὺς ἐνδιατρίβοντας καὶ μετὰ τέρψεως θεραπεύειν τὰ σώματα μηδὲν παρενοχλουμένους ὑπὸ τῆς θερμότητος.
κατὰ δὲ τὸν Ἔρυκα πέτρας οὔσης ἀποτομάδος εἰς ὕψος ἐξαίσιον, καὶ τῆς κατὰ τὸ ἱερὸν τῆς Ἀφροδίτης στενοχωρίας ἀναγκαζούσης ἐπὶ τὸ τῆς πέτρας ἀπόκρημνον ποιήσασθαι τὴν οἰκοδομίαν, κατεσκεύασεν ἐπʼ αὐτοῦ τοῦ κρημνοῦ τοῖχον, προβιβάσας παραδόξως τὸ ὑπερκείμενον τοῦ κρημνοῦ.
χρυσοῦν τε κριὸν τῇ Ἀφροδίτῃ τῇ Ἐρυκίνῃ φασὶν αὐτὸν φιλοτεχνῆσαι περιττῶς εἰργασμένον καὶ τῷ κατʼ ἀλήθειαν κριῷ ἀπαρεγχειρήτως ὡμοιωμένον. ἄλλα τε πολλά φασιν αὐτὸν φιλοτεχνῆσαι κατὰ τὴν Σικελίαν, ἃ διὰ τὸ πλῆθος τοῦ χρόνου διέφθαρται.
Μίνως δʼ ὁ τῶν Κρητῶν βασιλεὺς θαλαττοκρατῶν κατʼ ἐκείνους τοὺς χρόνους, καὶ πυθόμενος τὴν Δαιδάλου φυγὴν εἰς Σικελίαν, ἔγνω στρατεύειν ἐπʼ αὐτήν. παρασκευασάμενος δὲ δύναμιν ναυτικὴν ἀξιόλογον ἐξέπλευσεν ἐκ τῆς Κρήτης, καὶ κατῆρε τῆς Ἀκραγαντίνης εἰς τὴν ἀπʼ ἐκείνου Μινῴαν καλουμένην. ἀποβιβάσας δὲ τὴν δύναμιν καὶ πέμψας ἀγγέλους πρὸς Κώκαλον τὸν βασιλέα ἐξῄτει τὸν Δαίδαλον εἰς τιμωρίαν.
ὁ δὲ Κώκαλος εἰς σύλλογον προκαλεσάμενος καὶ πάντα ποιήσειν ἐπαγγειλάμενος ἐπὶ τὰ ξένια παρέλαβε τὸν Μίνω. λουμένου δʼ αὐτοῦ, Κώκαλος μὲν παρακατασχὼν πλείονα χρόνον ἐν τῷ θερμῷ τὸν Μίνωα διέφθειρε, καὶ τὸ σῶμα ἀπέδωκε τοῖς Κρησί, πρόφασιν ἐνεγκὼν τοῦ θανάτου διότι κατὰ τὸν λουτρῶνα ὠλίσθηκε καὶ πεσὼν εἰς τὸ θερμὸν ὕδωρ ἐτελεύτησε.
μετὰ δὲ ταῦθʼ οἱ μὲν συνεστρατευμένοι τὸ σῶμα τοῦ βασιλέως ἔθαψαν μεγαλοπρεπῶς, καὶ διπλοῦν τάφον οἰκοδομήσαντες κατὰ μὲν τὸν κεκρυμμένον τόπον ἔθεσαν τὰ ὀστᾶ, κατὰ δὲ τὸν ἀνεῳγμένον ἐποίησαν Ἀφροδίτης νεών. οὗτος δʼ ἐπὶ γενεὰς πλείους ἐτιμᾶτο, θυόντων τῶν ἐγχωρίων ὡς Ἀφροδίτης ὄντος τοῦ νεώ·
κατὰ δὲ τοὺς νεωτέρους καιροὺς κτισθείσης μὲν τῆς τῶν Ἀκραγαντίνων πόλεως, γνωσθείσης δὲ τῆς τῶν ὀστῶν θέσεως, συνέβη %5τὸν μὲν τάφον καθαιρεθῆναι, τὰ δʼ ὀστᾶ τοῖς Κρησὶν ἀποδοθῆναι, Θήρωνος δυναστεύοντος τῶν Ἀκραγαντίνων.
οὐ μὴν ἀλλʼ οἱ κατὰ τὴν Σικελίαν Κρῆτες μετὰ τὴν Μίνωος τελευτὴν ἐστασίασαν διὰ τὴν ἀναρχίαν, τῶν δὲ νεῶν ὑπὸ τῶν περὶ τὸν Κώκαλον Σικανῶν ἐμπυρισθεισῶν τὴν μὲν εἰς τὰς πατρίδας ἐπάνοδον ἀπέγνωσαν, κρίναντες δʼ ἐν τῇ Σικελίᾳ κατοικεῖν, οἱ μὲν ἐνταῦθα πόλιν ᾤκισαν ἣν ἀπὸ τοῦ βασιλέως αὐτῶν Μινῴαν ὠνόμασαν, οἱ δὲ διὰ τῆς μεσογείου πλανηθέντες καὶ καταλαβόμενοι χωρίον ὀχυρὸν ἔκτισαν πόλιν ἣν ἀπὸ τῆς ἐν τῇ πόλει ῥεούσης πηγῆς ὠνόμασαν Ἔγγυον.
ὕστερον δὲ μετὰ τὴν τῆς Τροίας ἅλωσιν Μηριόνου τοῦ Κρητὸς προσενεχθέντος τῇ Σικελίᾳ, προσεδέξαντο τοὺς καταπλεύσαντας Κρῆτας διὰ τὴν συγγένειαν καὶ τῆς πολιτείας μετέδοσαν, ὁρμώμενοι δʼ ἐξ ὀχυρᾶς πόλεως καὶ καταπολεμήσαντές τινας τῶν περιοίκων ἱκανὴν κατεκτήσαντο χώραν.
ἀεὶ δὲ μᾶλλον αὐξόμενοι, καὶ κατασκευάσαντες ἱερὸν τῶν Μητέρων, διαφόρως ἐτίμων τὰς θεάς, ἀναθήμασι πολλοῖς κοσμοῦντες τὸ ἱερὸν αὐτῶν. ταύτας δʼ ἀφιδρυθῆναί φασιν ἐκ τῆς Κρήτης διὰ τὸ καὶ παρὰ τοῖς Κρησὶ τιμᾶσθαι τὰς θεὰς ταύτας διαφερόντως.
μυθολογοῦσι δʼ αὐτὰς τὸ παλαιὸν θρέψαι τὸν Δία λάθρᾳ τοῦ πατρὸς Κρόνου, ἀνθʼ ὧν αὐτὰς εἰς τὸν οὐρανὸν ἀναβιβασθῆναι καὶ καταστερισθείσας ἄρκτους προσαγορευθῆναι·
περὶ ὧν καὶ τὸν Ἄρατον συμφωνοῦντα τούτοις τεθεικέναι κατὰ τὴν τῶν ἄστρων ποίησιν, ἔμπαλιν εἰς ὤμους τετραμμέναι· εἰ ἐτεόν γε Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα Δίκτῳ ἐν εὐώδει ὄρεος σχεδὸν Ἰδαίοιο ἄντρῳ ἐγκατέθεντο καὶ ἔτρεφον εἰς ἐνιαυτόν, Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύσαντο.
οὐκ ἄξιον δὲ παραλιπεῖν τὴν περὶ τὰς θεὰς ἁγνείαν τε καὶ τὴν κατʼ ἀνθρώπους ἐπιφάνειαν. τιμῶσι δʼ αὐτὰς οὐ μόνον οἱ ταύτην τὴν πόλιν οἰκοῦντες, ἀλλὰ καί τινες τῶν ἄλλων περιοίκων θυσίαις τε μεγαλοπρεπέσι καὶ ταῖς ἄλλαις τιμαῖς ἀποσεμνύνουσι τὰς θεάς.