Book 3
21.1
ῥητέον δʼ ἡμῖν καὶ περὶ τῶν καλουμένων Χελωνοφάγων, ὃν τρόπον ἔχουσι τὴν ὅλην διάθεσιν τοῦ βίου. νῆσοι γάρ εἰσι κατὰ τὸν ὠκεανὸν πλησίον τῆς γῆς κείμεναι, πολλαὶ μὲν τὸ πλῆθος, μικραὶ δὲ τοῖς μεγέθεσι καὶ ταπειναί, καρπὸν δὲ οὔθʼ ἥμερον οὔτʼ ἄγριον ἔχουσαι. ἐν ταύταις διὰ τὴν πυκνότητα κῦμα μὲν οὐ γίνεται, τοῦ κλύδωνος θραυομένου περὶ τὰς ἄκρας τῶν νήσων, χελωνῶν δὲ θαλαττίων πλῆθος ἐνδιατρίβει περὶ τοὺς τόπους τούτους, πανταχόθεν καταφεῦγον πρὸς τὴν ἐκ τῆς γαλήνης σκέπην.
21.2
αὗται δὲ τὰς μὲν νύκτας ἐν βυθῷ διατρίβουσιν ἀσχολούμεναι περὶ τὴν νομήν, τὰς δʼ ἡμέρας εἰς τὴν ἀνὰ μέσον τῶν νήσων θάλατταν φοιτῶσαι κοιμῶνται μετέωροι τοῖς κύτεσι πρὸς τὸν ἥλιον, παρεμφερῆ τὴν πρόσοψιν ποιοῦσαι ταῖς κατεστραμμέναις ἀκάτοις· ἐξαίσιοι γὰρ τοῖς μεγέθεσιν ὑπάρχουσι καὶ τῶν ἐλαχίστων ἁλιάδων οὐκ ἐλάττους.
21.3
οἱ δὲ τὰς νήσους κατοικοῦντες βάρβαροι κατὰ τοῦτον τὸν καιρὸν ἠρέμα προσνήχονται ταῖς χελώναις· πρὸς ἑκάτερον δὲ μέρος πλησιάσαντες, οἱ μὲν πιέζουσιν, οἱ δʼ ἐξαίρουσιν, ἕως ἂν ὕπτιον γένηται τὸ ζῷον.
21.4
ἔπειθʼ οἱ μὲν ἐξ ἑκατέρου μέρους οἰακίζουσι τὸν ὅλον ὄγκον, ἵνα μὴ στραφὲν τὸ ζῷον καὶ νηξάμενον τῷ τῆς φύσεως βοηθήματι φύγῃ κατὰ βάθους, εἷς δʼ ἔχων μέρμιθα μακρὰν καὶ δήσας τῆς οὐρᾶς νήχεται πρὸς τὴν γῆν καὶ προσέλκεται μετάγων τὸ ζῷον ἐπὶ τὴν χέρσον, συμπαρακομιζομένων τῶν ἐξ ἀρχῆς τὴν ἐπίθεσιν πεποιημένων.