Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

68.7 ὁμοίως δὲ καὶ περὶ τοῦ μεγέθους ἐμφανίζων, καὶ προεκθέμενος τὰ περὶ τοὺς Ἀλῳάδας, ὅτι ἐνναετεῖς ἦσαν τὸ μὲν εὖρος πηχῶν ἐννέα, τὸ δὲ μῆκος τῶν ἴσων ὀργυιῶν, ἐπιφέρει τοὺς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα. ἡμεῖς δὲ κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν περὶ τῶν ἡρώων καὶ ἡμιθέων ἀρκούντως εἰρηκότες αὐτοῦ περιγράψομεν τήνδε τὴν βίβλον.
70.4 ἀπὸ γὰρ τῶν ἐπερεισθεισῶν σανίδων μαχόμενοι κακῶς ἀπήλλαττον διά τε τὴν στενοχωρίαν καὶ διὰ τὸ τοὺς ἐναντίους ἀπονενοημένως κινδυνεύειν, ὡς ἂν ἀπογινώσκοντας τὸ ζῆν· ὥσθʼ οἱ μὲν εἰς χεῖρας συμπλεκόμενοι καὶ τραύματα διδόντες καὶ λαμβάνοντες ἀπέθνησκον, οἱ δʼ ὑπὸ τῶν Μοτυαίων ἐξωθούμενοι καὶ ἀπὸ τῶν σανίδων ἀποπίπτοντες εἰς τὴν γῆν ἀπώλλυντο.
arg. τάδε ἔνεστιν ἐν τῇ πέμπτῃ τῶν Διοδώρου βίβλων.
70.5 τέλος δʼ ἐφʼ ἡμέρας τοιαύτης τινὸς τῆς πολιορκίας γινομένης, Διονύσιος αἰεὶ πρὸς τὴν ἑσπέραν τῇ σάλπιγγι τοὺς μαχομένους ἀνακαλούμενος ἔλυε τὴν πολιορκίαν. εἰς τοιαύτην δὲ συνήθειαν τοὺς Μοτυαίους ἀγαγών, ἐπειδὴ παρʼ ἑκατέρων οἱ κινδυνεύοντες ἀπῆλθον, ἀπέστειλεν Ἀρχύλον τὸν Θούριον μετὰ τῶν ἐπιλέκτων·
arg. περὶ τῶν μυθολογουμένων κατὰ τὴν Σικελίαν καὶ τοῦ σχήματος καὶ μεγέθους τῆς νήσου.
70.6 οὗτος δʼ ἤδη νυκτὸς οὔσης προσήρεισε ταῖς πεπτωκυίαις οἰκίαις κλίμακας, διʼ ὧν ἀναβὰς καὶ καταλαβόμενός τινα τόπον εὔκαιρον παρεδέχετο τοὺς περὶ τὸν Διονύσιον.
arg. περὶ Δήμητρος καὶ Κόρης καὶ τῆς εὑρέσεως τοῦ πυρίνου καρποῦ. περὶ Λιπάρας καὶ τῶν ἄλλων τῶν Αἰολίδων καλουμένων νήσων.
70.7 οἱ δὲ Μοτυαῖοι τὸ γεγενημένον αἰσθόμενοι παραυτίκα μετὰ πάσης σπουδῆς παρεβοήθουν, καὶ τῶν καιρῶν ὑστεροῦντες οὐδὲν ἧττον ὑπέστησαν τὸν κίνδυνον. γενομένης δὲ τῆς μάχης ἰσχυρᾶς καὶ πολλῶν προσαναβάντων, μόγις οἱ Σικελιῶται τῷ πλήθει κατεπόνησαν τοὺς ἀνθεστηκότας.
arg. περὶ Μελίτης καὶ Γαύλου καὶ Κερκίνης.
53.1 εὐθὺς δὲ καὶ διὰ τοῦ χώματος ἡ δύναμις ἅπασα τοῦ Διονυσίου παρεισέπεσεν εἰς τὴν πόλιν, καὶ πᾶς τόπος ἔγεμε τῶν ἀναιρουμένων· οἱ γὰρ Σικελιῶται ὠμότητα ὠμότητι σπεύδοντες ἀμύνεσθαι, πάντας ἑξῆς ἀνῄρουν, ἁπλῶς οὐ παιδός, οὐ γυναικός, οὐ πρεσβύτου φειδόμενοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme