Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

64.5 οἱ δὲ βάρβαροι βαρέως ἐπικείμενοι τοὺς μὲν Λίβυας παρήλλαττον οὐδὲν ἐνοχλοῦντες, ἵνα τὴν εὔνοιαν αὐτῶν ἐκκαλέσωνται, τοὺς δʼ Ἕλληνας καὶ μισθοφόρους γνωρίζοντες διὰ τῶν ὅπλων ἐφόνευον, μέχρις ὅτου συνεδίωξαν εἰς τὴν παρεμβολήν. τότε μὲν οὖν ἀνῃρέθησαν Ἀγαθοκλέους εἰς τρισχιλίους· κατὰ δὲ τὴν ἐπιοῦσαν νύκτα τὰς δυνάμεις ἀμφοτέρας συνέβη περιπεσεῖν παραλόγῳ τινὶ συμφορᾷ καὶ πᾶσιν ἀνελπίστῳ.
65.1 τῶν γὰρ Καρχηδονίων μετὰ τὴν νίκην τοὺς καλλίστους τῶν αἰχμαλώτων θυόντων χαριστήρια νυκτὸς τοῖς θεοῖς καὶ πολλοῦ πυρὸς τοὺς ἱεροκαυτουμένους ἄνδρας κατέχοντος ἐξαίφνης πνεύματος ἐπιπεσόντος συνέβη τὴν ἱερὰν σκηνὴν ἀναφθῆναι, πλησίον οὖσαν τοῦ βωμοῦ, ἀπὸ δὲ ταύτης τὴν στρατηγικὴν καὶ κατὰ τὸ συνεχὲς οὔσας τὰς τῶν ἡγεμόνων, ὥστε πολλὴν ἔκπληξιν γενέσθαι καὶ φόβον κατὰ πᾶν τὸ στρατόπεδον. τινὲς μὲν γὰρ τὸ πῦρ ἐπιχειροῦντες σβέσαι, τινὲς δὲ τὰς πανοπλίας καὶ τὰ πολυτελέστατα τῶν παρεσκευασμένων ἐκκομίζοντες ὑπὸ τῆς φλογὸς ἀπελαμβάνοντο· τῶν γὰρ σκηνῶν ἐκ καλάμου καὶ χόρτου συγκειμένων καὶ τοῦ πυρὸς ὑπὸ τοῦ πνεύματος βιαιότερον ἐκριπισθέντος ἡ παρὰ τῶν στρατιωτῶν βοήθεια κατεταχεῖτο.
65.2 διὸ καὶ τῆς παρεμβολῆς ταχὺ πάσης φλεγομένης πολλοὶ μὲν ἐν στεναῖς ταῖς διόδοις ἀποληφθέντες ζῶντες κατεκαύθησαν καὶ τῆς εἰς τοὺς αἰχμαλώτους ὠμότητος παραχρῆμα τὴν κόλασιν ὑπέσχον, αὐτῆς τῆς ἀσεβείας ἴσην τὴν τιμωρίαν πορισαμένης· τοῖς δʼ ἐκ τῆς παρεμβολῆς ἐκπίπτουσι μετὰ θορύβου καὶ κραυγῆς ἕτερος μείζων ἐπηκολούθησε κίνδυνος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme