Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

49.1 Ἰμίλκων δὲ ὁ τῶν Καρχηδονίων στρατηγὸς αὐτὸς μὲν περὶ τὸν τῶν δυνάμεων ἀθροισμὸν καὶ τὴν ἄλλην ἐγίνετο παρασκευήν, τὸν δὲ ναύαρχον μετὰ δέκα τριήρων ἀπέστειλε, κελεύσας κατὰ τάχος λάθρᾳ πλεῖν ὡς ἐπὶ Συρακοσίους, καὶ νυκτὸς εἰς τὸν λιμένα πλεύσαντα διαφθεῖραι τὰ καταλελειμμένα τῶν πλοίων.
83.2 τὴν δὲ θεὸν διά τε τὴν ἀπὸ τῶν ἐγχωρίων εὐσέβειαν καὶ διὰ τὴν ἀπὸ τοῦ τεκνωθέντος υἱοῦ τιμὴν ἀγαπῆσαι περιττότερον τὴν πόλιν· διόπερ αὐτὴν Ἀφροδίτην Ἐρυκίνην ὀνομασθῆναι. θαυμάσαι δʼ ἄν τις εἰκότως ἀναλογισάμενος τὴν περὶ τὸ ἱερὸν τοῦτο γενομένην δόξαν·
49.2 τοῦτο δʼ ἔπραξε νομίζων ἀντιπερισπασμόν τινα ποιήσειν καὶ τὸν Διονύσιον ἀναγκάσειν μέρος τῶν πλοίων ἀποστέλλειν ἐπὶ Συρακοσίους. ὁ δὲ πεμφθεὶς ναύαρχος συντόμως πράξας τὸ παραγγελθέν, κατέπλευσε νυκτὸς εἰς τὸν τῶν Συρακοσίων λιμένα, πάντων ἀγνοούντων τὸ γεγενημένον. ἀπροσδοκήτως δʼ ἐπιθέμενος καὶ τοῖς παρορμοῦσι πλοίοις ἐμβολὰς δοὺς καὶ σχεδὸν ἅπαντα καταδύσας, ἀνέκαμψεν εἰς Καρχηδόνα.
66.3 τὰ μὲν γὰρ ἄλλα τεμένη ἀνθήσαντα ταῖς δόξαις πολλάκις διὰ περιστάσεις τινὰς τεταπείνωται, μόνον δὲ τοῦτο τῶν ἐξ αἰῶνος ἀρχὴν λαβὸν οὐδέποτε διέλιπε τιμώμενον, ἀλλὰ καὶ τοὐναντίον ἀεὶ διετέλεσε πολλῆς τυγχάνον αὐξήσεως.
49.3 Διονύσιος δὲ πᾶσαν τὴν ὑπὸ Καρχηδονίους χώραν δῃώσας καὶ τοὺς πολεμίους τειχήρεις ποιήσας, ἐπὶ τὴν Μοτύην ἅπασαν ἤγαγε τὴν δύναμιν· ἤλπιζε γὰρ ταύτης ἐκπολιορκηθείσης τὰς ἄλλας εὐθέως αὑτὰς παραδώσειν. εὐθὺς οὖν πολλαπλασίους ἄνδρας τοῖς ἔργοις τε προστιθεὶς ἐχώννυε τὸν μεταξὺ πόρον, καὶ τὰς μηχανὰς ἐκ τοῦ κατʼ ὀλίγον ἅμα τῇ τοῦ χώματος αὐξήσει προσήγαγε τοῖς τείχεσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme