Book 20
63.2
ὑπάρχων δὲ καὶ φύσει γελωτοποιὸς καὶ μῖμος οὐδʼ ἐν ταῖς ἐκκλησίαις ἀπείχετο τοῦ σκώπτειν τοὺς καθημένους καί τινας αὐτῶν εἰκάζειν, ὥστε τὸ πλῆθος πολλάκις εἰς γέλωτα ἐκτρέπεσθαι, καθάπερ τινὰ τῶν ἠθολόγων ἢ θαυματοποιῶν θεωροῦντας.
63.3
δορυφορούμενος δὲ ὑπὸ πλήθους εἰς τὰς ἐκκλησίας εἰσῄει μόνος, οὐχ ὁμοίως Διονυσίῳ τῷ τυράννῳ· οὗτος γὰρ ἐπὶ τοσοῦτον ἀπίστως διέκειτο πρὸς ἅπαντας ὥστε κατὰ μὲν τὸ πλεῖστον κομᾶν καὶ πωγωνοτροφεῖν, ὅπως μὴ συναναγκασθῇ τῷ τοῦ κουρέως σιδήρῳ παραβαλεῖν τὰ κυριώτατα μέρη τοῦ σώματος· εἰ δὲ καί ποτε χρεία γένοιτο τὴν κεφαλὴν ἀποκείρασθαι, περιέκαε τὰς τρίχας, μίαν ἀσφάλειαν τυραννίδος ἀποφαινόμενος τὴν ἀπιστίαν.
63.4
ὁ δʼ οὖν Ἀγαθοκλῆς παρὰ τὸν πότον λαβὼν ῥυτὸν μέγαν χρυσοῦν εἶπεν ὡς οὐ πρότερον ἀπέστη τῆς κεραμευτικῆς τέχνης ἕως τοιαῦτα ἐκπωμάτων πλάσματα φιλοτεχνῶν ἐκεραμεύσατο. οὐ γὰρ ἀπηρνεῖτο τὴν ἐπιστήμην, ἀλλὰ καὶ τοὐναντίον ἐκαυχᾶτο, διὰ τῆς ἰδίας ἀρετῆς ἀποφαινόμενος ἀντὶ τοῦ ταπεινοτάτου βίου τὸν ἐπιφανέστατον μετειληφέναι.
63.5
καί ποτε πολιορκοῦντος αὐτοῦ τινα τῶν οὐκ ἀδόξων πόλεων καὶ τῶν ἀπὸ τοῦ τείχους βοώντων “κεραμεῦ καὶ καμινεῦ, πότε τοὺς μισθοὺς ἀποδώσεις τοῖς στρατιώταις;” ὑπολαβὼν εἶπεν “ὅταν ταύτην ἐξέλω.”
63.6
οὐ μὴν ἀλλὰ διὰ τὴν ἐν τοῖς πότοις εὐτραπελίαν κατανοήσας τῶν μεθυόντων τοὺς ἀλλοτρίως τὰ πρὸς τὴν δυναστείαν ἔχοντας παρέλαβεν αὐτούς ποτε κατʼ ἰδίαν πάλιν ἐπὶ τὴν ἑστίασιν καὶ τῶν ἄλλων Συρακοσίων τοὺς μάλιστα πεφρονηματισμένους, τὸν ἀριθμὸν πεντακοσίους ὄντας· οἷς περιστήσας τῶν μισθοφόρων τοὺς εὐθέτους ἅπαντας ἀπέσφαξεν.