Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

51.3 τῇ δὲ Τυροῖ, παρθένῳ κατʼ ἐκείνους τοὺς χρόνους οὔσῃ, Ποσειδῶν μιγεὶς παῖδας ἐγέννησε Πελίαν καὶ Νηλέα. ἡ δὲ Τυρὼ συνοικήσασα Κρηθεῖ ἐτέκνωσεν Ἀμυθάονα καὶ Φέρητα καὶ Αἴσονα. Κρηθέως δὲ τελευτήσαντος ἐστασίασαν περὶ τῆς βασιλείας Πελίας τε καὶ Νηλεύς· τούτων δὲ Πελίας μὲν Ἰωλκοῦ καὶ τῶν πλησίον χωρίων ἐβασίλευσε, Νηλεὺς δὲ παραλαβὼν Μελάμποδα καὶ Βίαντα τοὺς Ἀμυθάονος καὶ Ἀγλαΐας υἱοὺς καί τινας ἄλλους τῶν Ἀχαιῶν καὶ Φθιωτῶν καὶ τῶν Αἰολέων ἐστράτευσεν εἰς Πελοπόννησον.
34.7 περὶ δὲ τοὺς αὐτοὺς χρόνους Ῥωμαῖοι προσέθηκαν οἰκήτορας εἰς τὰς ὀνομαζομένας Οὐελίτρας.
51.4 καὶ Μελάμπους μὲν μάντις ὢν τὰς Ἀργείας γυναῖκας μανείσας διὰ τὴν Διονύσου μῆνιν ἐθεράπευσεν, ἀντὶ δὲ ταύτης τῆς εὐεργεσίας χάριν ἔλαβε παρὰ τοῦ βασιλέως τῶν Ἀργείων Ἀναξαγόρου τοῦ Μεγαπένθους τὰ δύο μέρη τῆς βασιλείας· κατοικήσας δʼ ἐν Ἄργει κοινὴν ἐποιήσατο τὴν βασιλείαν Βίαντι τῷ ἀδελφῷ.
35.1 τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Λάχης, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὕπατον ἀρχὴν διῴκουν χιλίαρχοι, Μάνιος Κλώδιος, Μάρκος Κοΐντιος, Λεύκιος Ἰούλιος, Μάρκος Φούριος, ΛεύκιοσΟὐαλέριος, ἐγενήθη δὲ καὶ Ὀλυμπιὰς πέμπτη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Μίνως Ἀθηναῖος.
51.5 γήμας δὲ Ἰφιάνειραν τὴν Μεγαπένθους ἐτέκνωσεν Ἀντιφάτην καὶ Μαντώ, ἔτι δὲ Βίαντα καὶ Προνόην· Ἀντιφάτου δὲ καὶ Ζευξίππης τῆς Ἱπποκόωντος Οἰκλῆς καὶ Ἀμφάλκης ὑπῆρξαν, Οἰκλέους δὲ καὶ Ὑπερμνήστρας τῆς Θεσπίου Ἰφιάνειρα καὶ Πολύβοια καὶ Ἀμφιάραος ἐγένοντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme