Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

68.1 τούτων δʼ ἡμῖν διευκρινημένων, πειρασόμεθα διελθεῖν περὶ Σαλμωνέως καὶ Τυροῦς καὶ τῶν ἀπογόνων ἕως Νέστορος τοῦ στρατεύσαντος ἐπὶ Τροίαν. Σαλμωνεὺς γὰρ ἦν υἱὸς Αἰόλου τοῦ Ἕλληνος τοῦ Δευκαλίωνος· οὗτος δʼ ἐκ τῆς Αἰολίδος ὁρμηθεὶς μετὰ πλειόνων Αἰολέων ᾤκισε τῆς Ἠλείας παρὰ τὸν Ἀλφειὸν ποταμὸν πόλιν καὶ ἐκάλεσεν ἀφʼ ἑαυτοῦ Σαλμωνίαν. γήμας δʼ Ἀλκιδίκην τὴν Ἀλέου ἐγέννησε θυγατέρα τὴν προσαγορευθεῖσαν Τυρώ, κάλλει διαφέρουσαν.
34.5 οὐ μὴν ἀλλʼ οἱ φυγάδες προσλαμβανόμενοι τοὺς Μεσσηνίους παρετάξαντο πρὸς τοὺς τὴν πόλιν κατειληφότας, καὶ τῶν μὲν Κυρηναίων πολλοὶ παρʼ ἀμφοτέροις ἔπεσον, οἱ δὲ Μεσσήνιοι σχεδὸν ἅπαντες ἀνῃρέθησαν.
68.2 τῆς δὲ γυναικὸς Ἀλκιδίκης ἀποθανούσης ἐπέγημε τὴν ὀνομαζομένην Σιδηρώ· αὕτη δὲ χαλεπῶς διετέθη πρὸς τὴν Τυρώ, ὡς ἂν μητρυιά. μετὰ δὲ ταῦτα Σαλμωνεύς, ὑβριστὴς ὢν καὶ ἀσεβής, ὑπὸ μὲν τῶν ὑποτεταγμένων ἐμισήθη, ὑπὸ δὲ Διὸς διὰ τὴν ἀσέβειαν ἐκεραυνώθη.
34.6 μετὰ δὲ τὴν παράταξιν οἱ Κυρηναῖοι πρὸς ἀλλήλους διαπρεσβευσάμενοι διηλλάγησαν, καὶ παραχρῆμα ὁρκωμοτήσαντες μὴ μνησικακήσειν, κοινῇ τὴν πόλιν κατῴκησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme