Book 20
55.5
Ἀγαθοκλῆς δὲ τοῖς μὲν κατὰ Λιβύην συμμάχοις καὶ ταῖς δυνάμεσιν ὑπερέχων τῶν Καρχηδονίων, περὶ δὲ τῶν ἐν Σικελίᾳ πραγμάτων ἀγωνιῶν ἄφρακτα καὶ πεντηκοντόρους ναυπηγησάμενος ἐνεβίβασε στρατιώτας δισχιλίους. καταλιπὼν δὲ τῶν ἐν τῇ Λιβύῃ πραγμάτων στρατηγὸν Ἀγάθαρχον τὸν υἱὸν ἀνήχθη ταῖς ναυσίν, ἐπὶ Σικελίαν τὸν πλοῦν ποιούμενος.
56.1
ἅμα δὲ τούτοις πραττομένοις Ξενόδοκος ὁ τῶν Ἀκραγαντίνων στρατηγὸς πολλὰς μὲν τῶν πόλεων ἠλευθερωκώς, ἐλπίδας δὲ μεγάλας παρεσχηκὼς τοῖς Σικελιώταις τῆς καθʼ ὅλην τὴν νῆσον αὐτονομίας ἐξήγαγε τὴν δύναμιν ἐπὶ τοὺς Ἀγαθοκλέους στρατηγούς, οὖσαν πεζῶν μὲν πλειόνων ἢ μυρίων, ἱππέων δὲ σχεδὸν χιλίων.
56.2
οἱ δὲ περὶ Λεπτίνην καὶ Δημόφιλον ἐκ τῶν Συρακουσσῶν καὶ τῶν φρουρίων ἐπιλέξαντες ὅσους ἠδύναντο πλείστους ἀντεστρατοπέδευσαν πεζοῖς μὲν ὀκτακισχιλίοις καὶ διακοσίοις, ἱππεῦσι δὲ χιλίοις καὶ διακοσίοις. γενομένης οὖν παρατάξεως ἰσχυρᾶς ἡττηθεὶς ὁ Ξενόδοκος ἔφυγεν εἰς τὸν Ἀκράγαντα καὶ τῶν στρατιωτῶν ἀπέβαλεν οὐκ ἐλάττους τῶν χιλίων καὶ πεντακοσίων.