Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

61.5 ὁ δὲ Διονύσιος ἐπειδὴ τὴν ἱκανὴν ὕλην ἤθροισεν, ὑφʼ ἕνα καιρὸν ἤρξατο ναυπηγεῖσθαι ναῦς πλείους τῶν διακοσίων, ἐπισκευάζειν δὲ τὰς προϋπαρχούσας δέκα πρὸς ταῖς ἑκατόν· ᾠκοδόμει δὲ καὶ νεωσοίκους πολυτελεῖς κύκλῳ τοῦ νῦν μεγάλου καλουμένου λιμένος ἑκατὸν ἑξήκοντα, τοὺς πλείστους δύο ναῦς δεχομένους, καὶ τοὺς προϋπάρχοντας ἐθεράπευεν, ὄντας ἑκατὸν πεντήκοντα.
59.3 διὰ δὲ τῆς τούτου φιλοτεχνίας τὴν Πασιφάην μιγεῖσαν τῷ ταύρῳ γεννῆσαι τὸν μυθολογούμενον Μινώταυρον. τοῦτον δέ φασι διφυῆ γεγονέναι, καὶ τὰ μὲν ἀνώτερα μέρη τοῦ σώματος ἄχρι τῶν ὤμων ἔχειν ταύρου, τὰ δὲ λοιπὰ ἀνθρώπου.
43.1 διόπερ τοσούτων ὅπλων καὶ νεῶν κατασκευαζομένων ἐν ἑνὶ τόπῳ, τὸ γινόμενον πολλὴν παρεῖχε τοῖς θεωμένοις κατάπληξιν· ὅτε μὲν γάρ τις ἴδοι τὴν περὶ τὰς ναῦς σπουδήν, ἐνόμιζε περὶ ταύτας ἅπαντας πραγματεύεσθαι τοὺς Σικελιώτας· ὅτε δὲ πάλιν τοῖς τῶν ὁπλοποιῶν καὶ μηχανοποιῶν ἔργοις συμπαραγενηθείη, περὶ τούτους μόνους ἐνόμιζεν ἅπασαν εἶναι τὴν τῆς ὑπηρεσίας παρασκευήν.
59.4 τῷ δὲ τέρατι τούτῳ πρὸς διατροφὴν λέγεται κατασκευάσαι Δαίδαλον λαβύρινθον, τὰς διεξόδους σκολιὰς ἔχοντα καὶ τοῖς ἀπείροις δυσευρέτους, ἐν ᾧ τρεφόμενον τὸν Μινώταυρον τοὺς ἐξ Ἀθηνῶν ἀποστελλομένους ἑπτὰ κόρους καὶ κόρας ἑπτὰ κατεσθίειν, περὶ ὧν προειρήκαμεν.
43.2 οὐ μὴν ἀλλὰ καὶ τῆς περὶ ταῦτα σπουδῆς ἀνυπερβλήτου γινομένης, κατεσκευάσθησαν ἀσπίδων μὲν τεσσαρεσκαίδεκα μυριάδες, ἐγχειριδίων δὲ καὶ περικεφαλαιῶν ὁ παραπλήσιος ἀριθμός· ἡτοιμάσθησαν δὲ καὶ θώρακες, παντοῖοι μὲν ταῖς κατασκευαῖς, περιττῶς δὲ κατὰ τὴν τέχνην εἰργασμένοι, πλείους τῶν μυρίων τετρακισχιλίων.
59.5 τὸν οὖν Δαίδαλον πυθόμενον τὴν ἀπειλὴν τοῦ Μίνωος διὰ τὴν κατασκευὴν τῆς βοός φασι φοβηθέντα τὴν ὀργὴν τοῦ βασιλέως ἐκ τῆς Κρήτης ἐκπλεῦσαι, συνεργούσης τῆς Πασιφάης καὶ πλοῖον δούσης πρὸς τὸν ἔκπλουν.
43.3 τούτους δὲ διενοεῖτο διαδιδόναι τοῖς ἱππεῦσι καὶ τῶν πεζῶν τοῖς ἐφʼ ἡγεμονίας τεταγμένοις, ἔτι δὲ τῶν μισθοφόρων τοῖς σωματοφυλακεῖν μέλλουσιν. κατεσκευάσθησαν δὲ καὶ καταπέλται παντοῖοι καὶ τῶν ἄλλων βελῶν πολύς τις ἀριθμός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme