Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

40.2 ἔδοξεν οὖν αὐτοῖς, πρὶν τελείως ἰσχυρὸν γενέσθαι τὸν τύραννον, στρατεύειν ἐπʼ αὐτὸν κατὰ τάχος. παραχρῆμα δὲ συνεβάλοντο πρὸς τὸν πόλεμον οὐκ ἐλάχιστα καὶ οἱ φυγαδευθέντες τῶν Συρακοσίων ὑπὸ Διονυσίου· τότε γὰρ οἱ πλεῖστοι διατρίβοντες ἐν Ῥηγίῳ διετέλουν περὶ τούτων διαλεγόμενοι, διδάσκοντες ὅτι συνεπιθήσονται τῷ καιρῷ πάντες οἱ Συρακόσιοι.
56.4 ἐπεὶ δὲ ὁ Τάνταλος μισηθεὶς ὑπὸ τῶν θεῶν ἐξέπεσεν ἐκ τῆς Παφλαγονίας ὑπὸ Ἴλου τοῦ Τρωός, ἀναγκαῖόν ἐστι καὶ τὰ περὶ τὸν Ἶλον καὶ τοὺς προγόνους αὐτοῦ διελθεῖν.
40.3 τέλος δὲ καταστήσαντες στρατηγούς, ἐξέπεμψαν μετʼ αὐτῶν πεζοὺς μὲν ἑξακισχιλίους, ἱππεῖς δὲ ἑξακοσίους, τριήρεις δὲ πεντήκοντα. οὗτοι δὲ διαπλεύσαντες τὸν πορθμὸν ἔπεισαν τοὺς τῶν Μεσσηνίων στρατηγοὺς κοινωνῆσαι τοῦ πολέμου, φάσκοντες δεινὸν εἶναι περιιδεῖν ἀστυγείτονας Ἑλληνίδας πόλεις ἄρδην ἀνῃρημένας ὑπὸ τοῦ τυράννου.
75.1 τῆς Τρῳάδος χώρας πρῶτος ἐβασίλευσε Τεῦκρος, υἱὸς ὢν Σκαμάνδρου τοῦ ποταμοῦ καὶ Ἰδαίας νύμφης, ἀνὴρ ἐπιφανής, καὶ τοὺς λαοὺς ἀφʼ ἑαυτοῦ Τεύκρους προσηγόρευσε. Τεύκρου δʼ ἐγένετο θυγάτηρ Βάτεια· ταύτην δὲ Δάρδανος ὁ Διὸς γήμας, καὶ τὴν βασιλείαν διαδεξάμενος, τοὺς μὲν λαοὺς ἀφʼ ἑαυτοῦ ὠνόμασε Δαρδάνους, πόλιν δʼ οἰκίσας ἐπὶ θαλάττης ὠνόμασεν ἀφʼ ἑαυτοῦ Δάρδανον.
40.4 οἱ μὲν οὖν στρατηγοὶ πεισθέντες τοῖς Ῥηγίνοις ἄνευ τῆς τοῦ δήμου γνώμης ἐξήγαγον τοὺς στρατιώτας· ἦσαν δʼ οὗτοι πεζοὶ μὲν τετρακισχίλιοι, ἱππεῖς δὲ τετρακόσιοι, τριήρεις δὲ τριάκοντα. ἐπεὶ δὲ προῆλθον αἱ προειρημέναι δυνάμεις πρὸς τοὺς ὅρους τῆς Μεσσήνης, ἐνέπεσεν εἰς τοὺς στρατιώτας στάσις, Λαομέδοντος τοῦ Μεσσηνίου δημηγορήσαντος·
75.2 τούτου δʼ Ἐριχθόνιος υἱὸς γενόμενος εὐδαιμονίᾳ καὶ πλούτῳ πολὺ διήνεγκε· περὶ οὗ καὶ ὁ ποιητὴς Ὅμηρός φησι, ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων· τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο.
40.5 οὗτος γὰρ συνεβούλευε μὴ κατάρχεσθαι πολέμου πρὸς τὸν Διονύσιον μηδὲν αὐτοὺς ἠδικηκότα. οἱ μὲν οὖν τῶν Μεσσηνίων στρατιῶται, τὸν πόλεμον οὐκ ἐπικεκυρωκότος τοῦ δήμου, παραχρῆμʼ ἐπείσθησαν, καὶ τοὺς στρατηγοὺς καταλιπόντες ἀνέκαμψαν εἰς τὴν πατρίδα·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme