Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

30.1 εὑρίσκετο δὲ καὶ σμήνη παμπληθῆ περὶ τοὺς τόπους, ἐξ ὧν πολυτελῆ προσεφέρετο κηρία. τούτων δʼ οἱ γευσάμενοι παραλόγῳ περιέπιπτον συμπτώματι· οἱ γὰρ μεταλαβόντες αὐτῶν ἄφρονες ἐγίνοντο καὶ πίπτοντες ἐπὶ τὴν γῆν ὅμοιοι τοῖς τετελευτηκόσιν ὑπῆρχον.
45.5 καθʼ ὃν δὴ χρόνον λέγουσι τοὺς ἀδελφοὺς τῆς Ἑλένης Διοσκόρους στρατεύσαντας ἐπὶ τὴν Ἄφιδναν καὶ τὴν πόλιν ἑλόντας ταύτην μὲν κατασκάψαι, τὴν δʼ Ἑλένην ἀπαγαγεῖν εἰς Λακεδαίμονα παρθένον οὖσαν, καὶ μετʼ αὐτῆς δούλην τὴν μητέρα Θησέως Αἴθραν.
30.2 πολλῶν δὲ φαγόντων διὰ τὴν γλυκύτητα τῆς ἀπολαύσεως, ταχὺ τὸ πλῆθος ἐγεγόνει τῶν πεπτωκότων οἱονεὶ τροπῆς ἐν πολέμῳ γεγενημένης. ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἠθύμησεν ἡ δύναμις, καταπεπληγμένη τό τε παράδοξον καὶ τὸ πλῆθος τῶν ἠτυχηκότων· τῇ δʼ ὑστεραίᾳ περὶ τὴν αὐτὴν ὥραν ἅπαντες ἑαυτοὺς ἀνελάμβανον καὶ κατʼ ὀλίγον ἀνακτώμενοι τὸ φρονεῖν ἀνέστησαν, καὶ τὸ σῶμα διετέθησαν ὁμοίως τοῖς ἐκ φαρμακοποσίας διασωθεῖσιν.
64.1 ἡμεῖς δὲ περὶ τούτων ἀρκούντως εἰρηκότες τὰ περὶ τῶν ἑπτὰ ἐπὶ Θήβας ἱστορήσομεν, ἀναλαβόντες τὰς ἐξ ἀρχῆς αἰτίας τοῦ πολέμου. Λάιος ὁ Θηβῶν βασιλεὺς γήμας Ἰοκάστην τὴν Κρέοντος, καὶ χρόνον ἱκανὸν ἄπαις ὤν, ἐπηρώτησε τὸν θεὸν περὶ τέκνων γενέσεως. τῆς δὲ Πυθίας δούσης χρησμὸν αὐτῷ μὴ συμφέρειν γενέσθαι τέκνα ʽτὸν γὰρ ἐξ αὐτοῦ τεκνωθέντα παῖδα πατροκτόνον ἔσεσθαι καὶ πᾶσαν τὴν οἰκίαν πληρώσειν μεγάλων ἀτυχημάτωνʼ, ἐπιλαθόμενος τοῦ χρησμοῦ καὶ γεννήσας υἱόν, ἐξέθηκε τὸ βρέφος διαπερονήσας αὐτοῦ τὰ σφυρὰ σιδήρῳ·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme