Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

72.1 περὶ μὲν οὖν Ἀσκληπιοῦ καὶ τῶν υἱῶν αὐτοῦτοῖς ῥηθεῖσιν ἀρκεσθησόμεθα, περὶ δὲ τῶν Ἀσωποῦ θυγατέρων καὶ τῶν Αἰακῷ γενομένων υἱῶν νῦν διέξιμεν. Ὠκεανοῦ καὶ Τηθύος κατὰ τοὺς μύθους ἐγένοντο παῖδες ἄλλοι τε πλείους ἐπώνυμοι ποταμῶν, ἐν οἷς ὑπάρξαι Πηνειὸν καὶ Ἀσωπόν. Πηνειὸς μὲν οὖν κατοικήσας περὶ τὴν νῦν οὖσαν Θετταλίαν ἐπώνυμον ἑαυτοῦ τὸν προειρημένον ποταμὸν ἐποίησεν· Ἀσωπὸς δʼ ἐν Φλιοῦντι κατοικήσας ἔγημε Μετώπην τὴν Λάδωνος, ἐξ ἧς ἐγένοντο δύο μὲν υἱοί, Πελασγὸς καὶ Ἰσμηνός, θυγατέρες δὲ δώδεκα, Κόρκυρα καὶ Σαλαμίς, ἔτι δʼ Αἴγινα καὶ Πειρήνη καὶ Κλεώνη, πρὸς δὲ ταύταις Θήβη τε καὶ Τάναγρα καὶ Θέσπεια καὶ Ἀσωπίς, ἔτι δὲ Σινώπη, πρὸς δὲ ταύταις Ὀρνία καὶ Χαλκίς.
56.7 Ἀθήνησι δὲ Σωκράτης ὁ φιλόσοφος ὑπʼ Ἀνύτου καὶ Μελήτου κατηγορηθεὶς ἐπʼ ἀσεβείᾳ καὶ φθορᾷ τῶν νέων, θανάτῳ κατεδικάσθη καὶ πιὼν κώνειον ἐτελεύτησεν. ἀδίκου δὲ τῆς κατηγορίας γεγενημένης ὁ δῆμος μετεμελήθη, τηλικοῦτον ἄνδρα θεωρῶν ἀνῃρημένον· διόπερ τοὺς κατηγορήσαντας διʼ ὀργῆς εἶχε καὶ τέλος ἀκρίτους ἀπέκτεινεν.
72.2 τούτων δʼ Ἰσμηνὸς μὲν εἰς Βοιωτίαν ἐλθὼν κατῴκησε περὶ τὸν ποταμὸν τὸν ἀπʼ ἐκείνου τὴν ὁμωνυμίαν λαβόντα, τῶν δὲ θυγατέρων Σινώπη μὲν ὑπὸ Ἀπόλλωνος ἁρπαγεῖσα ἀπηνέχθη πρὸς τοῦτον τὸν τόπον οὗ νῦν ἐστιν ἡ ἀπʼ ἐκείνης ὀνομασθεῖσα πόλις Σινώπη· ἐκ δὲ ταύτης καὶ Ἀπόλλωνος γενόμενος υἱὸς Σύρος ἐβασίλευσε τῶν ἀπʼ ἐκείνου Σύρων ὀνομασθέντων.
38.1 τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν τὴν ἀρχὴν Ἀριστοκράτης παρέλαβεν, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν ἓξ χιλίαρχοι διεδέξαντο, Γάιος Σερουίλιος καὶ Λούκιος Οὐεργίνιος, Κόιντος Σουλπίκιος, Αὖλος Μουτίλιος, Μάνιος Σέργιος.
54.3 Κόρκυρα δʼ ὑπὸ Ποσειδῶνος ἀπηνέχθη εἰς νῆσον τὴν ἀπʼ ἐκείνης Κόρκυραν ὀνομαζομένην· ἐκ ταύτης δὲ καὶ Ποσειδῶνος ἐγένετο Φαίαξ, ἀφʼ οὗ τοὺς Φαίακας συνέβη τυχεῖν ταύτης τῆς προσηγορίας.
38.2 τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Λακεδαιμόνιοι πυθόμενοι τὸν Θίβρωνα κακῶς διοικοῦντα τὰ κατὰ τὸν πόλεμον, Δερκυλίδαν στρατηγὸν εἰς τὴν Ἀσίαν ἐξέπεμψαν· ὃς παραλαβὼν τὴν δύναμιν ἐστράτευσεν ἐπὶ τὰς ἐν τῇ Τρῳάδι πόλεις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme