Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

29.2 ἀναζεύξαντες δʼ ἐκεῖθεν διῆλθον τὴν Χαλδαίων καλουμένων χώραν ἐν ἡμέραις ἑπτά, καὶ παρεγενήθησαν πρὸς τὸν Ἅρπαγον ὀνομαζόμενον ποταμόν, ὄντα τὸ πλάτος πλέθρων τεττάρων. ἐντεῦθεν δὲ διὰ τῆς Σκυτίνων πορευόμενοι διῆλθον ὁδὸν πεδινήν, ἐν ᾗ τρεῖς ἡμέρας αὑτοὺς ἀνέλαβον, εὐποροῦντες ἁπάντων τῶν ἀναγκαίων. μετὰ δὲ ταῦτʼ ἀναζεύξαντες τεταρταῖοι παρεγενήθησαν πρὸς πόλιν μεγάλην Γυμνασίαν ὀνομαζομένην.
62.4 Ἱππόλυτος μὲν οὖν διὰ σωφροσύνην τὸν βίον καταστρέψας παρὰ Τροιζηνίοις ἔτυχεν ἰσοθέων τιμῶν, Θησεὺς δὲ μετὰ ταῦτα καταστασιασθεὶς καὶ φυγὼν ἐκ τῆς πατρίδος ἐπὶ τῆς ξένης ἐτελεύτησεν. οἱ δʼ Ἀθηναῖοι μεταμεληθέντες τά τε ὀστᾶ μετήνεγκαν καὶ τιμαῖς ἰσοθέοις ἐτίμησαν αὐτόν, καὶ τέμενος ἄσυλον ἐποίησαν ἐν ταῖς Ἀθήναις τὸ προσαγορευόμενον ἀπʼ ἐκείνου Θησεῖον.
29.3 ἐκ δὲ ταύτης ὁ τῶν τόπων τούτων ἀφηγούμενος ἐσπείσατο πρὸς αὐτοὺς καὶ τοὺς ὁδηγήσοντας ἐπὶ θάλατταν συνέστησεν. ἐν ἡμέραις δὲ πεντεκαίδεκα παραγενόμενοι ἐπὶ τὸ Χήνιον ὄρος, ὡς εἶδον πορευόμενοι οἱ πρῶτοι τὴν θάλατταν, περιχαρεῖς ἦσαν καὶ τοιαύτην ἐποίουν κραυγήν, ὥστε τοὺς ἐπὶ τῆς οὐραγίας ὄντας ὑπολαμβάνοντας πολεμίων ἔφοδον εἶναι χωρεῖν εἰς ὅπλα.
63.1 ἡμεῖς δʼ ἐπεὶ τὸν περὶ Θησέως λόγον ἀποδεδώκαμεν, ἐν μέρει διέξιμεν περί τε τῆς κατὰ τὴν Ἑλένην ἁρπαγῆς καὶ τῆς μνηστείας Φερσεφόνης ὑπὸ Πειρίθου· αὗται γὰρ αἱ πράξεις συμπεπλεγμέναι ταῖς Θησέως εἰσί. Πειρίθους γὰρ ὁ Ἰξίονος, ἀποθανούσης αὐτοῦ τῆς γυναικὸς Ἱπποδαμείας καὶ καταλιπούσης υἱὸν Πολυποίτην, παρῆλθεν εἰς τὰς Ἀθήνας πρὸς Θησέα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme