Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

36.3 ταύτης δʼ οὔσης ἀτειχίστου, καὶ διὰ τοῦτο φοβούμενος μήποτε χωρισθέντος αὐτοῦ κυριεύσῃ τῆς πόλεως ὁ Τισσαφέρνης, μετῴκισεν αὐτὴν πρὸς τὸ πλησίον ὄρος, ὃ καλοῦσι Θώρακα· αὐτὸς δʼ ἐμβαλὼν εἰς τὴν τῶν πολεμίων χώραν τοὺς στρατιώτας ἐνέπλησε παντοίας ὠφελείας. Τισσαφέρνους δὲ μετὰ πολλῆς ἵππου παραγενομένου διευλαβηθεὶς ἀνέστρεψεν εἰς Ἔφεσον.
70.3 ὕστερον δὲ διαλυθέντων αὐτῶν Πειρίθους μὲν γήμας Ἱπποδάμειαν τὴν Βούτου, καὶ καλέσαντος εἰς τοὺς γάμους τόν τε Θησέα καὶ τοὺς Κενταύρους, φασὶ μεθυσθέντας ἐπιβαλέσθαι ταῖς κεκλημέναις γυναιξὶ καὶ βίᾳ μίσγεσθαι, διὰ δὲ τὴν παρανομίαν τόν τε Θησέα καὶ τοὺς Λαπίθας παροξυνθέντας οὐκ ὀλίγους μὲν ἀνελεῖν, τοὺς δὲ λοιποὺς ἐκβαλεῖν ἐκ τῆς πόλεως.
37.1 περὶ δὲ τὸν αὐτὸν χρόνον τῶν ἐστρατευμένων μετὰ Κύρου καὶ διασωθέντων εἰς τὴν Ἑλλάδα τινὲς μὲν εἰς τὰς ἰδίας πατρίδας ἀπηλλάγησαν, οἱ δὲ πλεῖστοι στρατιωτικὸν εἰθισμένοι ζῆν βίον, καὶ σχεδὸν ὄντες πεντακισχίλιοι, στρατηγὸν αὑτῶν εἵλαντο Ξενοφῶντα.
70.4 διὰ δὲ ταύτην τὴν αἰτίαν τῶν Κενταύρων πανδημεὶ στρατευσάντων ἐπὶ τοὺς Λαπίθας καὶ πολλοὺς ἀνελόντων, τοὺς ὑπολειφθέντας φυγεῖν εἰς Φολόην τῆς Ἀρκαδίας, τέλος δʼ εἰς Μαλέαν ἐκπεσόντας ἐνταῦθα κατοικῆσαι. τοὺς δὲ Κενταύρους μετεωρισθέντας τοῖς προτερήμασι, καὶ ὁρμωμένους ἐκ τῆς Φολόης, λῄζεσθαι τοὺς παριόντας τῶν Ἑλλήνων καὶ πολλοὺς τῶν περιοίκων ἀναιρεῖν.
37.2 ὃς ἀναλαβὼν τὴν δύναμιν ὥρμησε πολεμήσων Θρᾷκας τοὺς περὶ τὸν Σαλμυδησσὸν οἰκοῦντας· οὗτος δʼ ἔστι μὲν ἐπʼ ἀριστερᾷ τοῦ Πόντου, παρεκτείνων δʼ ἐπὶ πολὺ πλεῖστα ποιεῖ ναυάγια.
53.1 τούτων δʼ ἡμῖν διευκρινημένων πειρασόμεθα διελθεῖν περὶ Ἀσκληπιοῦ καὶ τῶν ἀπογόνων αὐτοῦ. μυθολογοῦσι τοίνυν Ἀσκληπιὸν Ἀπόλλωνος υἱὸν ὑπάρχειν καὶ Κορωνίδος, φύσει δὲ καὶ ἀγχινοίᾳ διενεγκόντα ζηλῶσαι τὴν ἰατρικὴν ἐπιστήμην, καὶ πολλὰ τῶν συντεινόντων πρὸς ὑγίειαν ἀνθρώπων ἐξευρεῖν. ἐπὶ τοσοῦτο δὲ προβῆναι τῇ δόξῃ ὥστε πολλοὺς τῶν ἀπεγνωσμένων ἀρρώστων παραδόξως θεραπεύειν, καὶ διὰ τοῦτο πολλοὺς δοκεῖν τῶν τετελευτηκότων ποιεῖν πάλιν ζῶντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme