Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

35.7 Τισσαφέρνης δὲ μετὰ δυνάμεως ἐπὶ πρώτην ἐλθὼν τὴν Κυμαίων πόλιν τήν τε χώραν ἐπόρθησεν ἅπασαν καὶ πολλῶν αἰχμαλώτων ἐγκρατὴς ἐγένετο· μετὰ δὲ ταῦτα συγκλείσας αὐτοὺς εἰς πολιορκίαν, ὡς ὁ μὲν χειμὼν συνήγγισε, τὴν δὲ πόλιν ἑλεῖν οὐκ ἠδύνατο, τοὺς αἰχμαλώτους πολλῶν χρημάτων ἀπελύτρωσε καὶ τὴν πολιορκίαν ἔλυσεν.
52.5 ἔπειτα τὸν μὲν Δία εἴδωλον ποιήσαντα τῆς Ἥρας νεφέλην ἐξαποστεῖλαι, τὸν δὲ Ἰξίονα τῇ νεφέλῃ μιγέντα γεννῆσαι τοὺς ὀνομαζομένους Κενταύρους ἀνθρωποφυεῖς. τέλος δὲ μυθολογοῦσι τὸν Ἰξίονα διὰ τὸ μέγεθος τῶν ἡμαρτημένων ὑπὸ Διὸς εἰς τροχὸν ἐνδεθῆναι,
36.1 Λακεδαιμόνιοι δὲ ἐπὶ τὸν πρὸς βασιλέα πόλεμον Θίβρωνα καταστήσαντες ἡγεμόνα χιλίους μὲν τῶν πολιτῶν ἔδωκαν, παρὰ δὲ τῶν συμμάχων ἐκέλευσαν στρατολογεῖν ὅσους ἂν αὐτῷ φαίνηται συμφέρειν.
70.1 καὶ τελευτήσαντα τὴν τιμωρίαν ἔχειν αἰώνιον. τοὺς δὲ Κενταύρους τινὲς μέν φασιν ἐν τῷ Πηλίῳ τραφῆναι ὑπὸ Νυμφῶν, ἀνδρωθέντας δὲ καὶ μιγέντας ἵπποις θηλείαις γεννῆσαι τοὺς ὀνομαζομένους διφυεῖς Ἱπποκενταύρους· τινὲς δὲ λέγουσι τοὺς ἐκ Νεφέλης καὶ Ἰξίονος γεννηθέντας Κενταύρους πρώτους ἱππεύειν ἐπιχειρήσαντας Ἱπποκενταύρους ὠνομάσθαι καὶ εἰς πλάσμα μύθου καταταχθῆναι ὡς διφυεῖς ὄντας.
36.2 ὁ δὲ Θίβρων πορευθεὶς εἰς Κόρινθον, κἀκεῖ παρὰ τῶν συμμάχων μεταπεμψάμενος στρατιώτας, ἐξέπλευσεν εἰς Ἔφεσον ἔχων οὐ πλείους πεντακισχιλίων. ἐκεῖ δὲ ἔκ τε τῶν ἰδίων πόλεων καὶ τῶν ἄλλων ὡς δισχιλίους καταγράψας, ἀνέζευξε τοὺς πάντας ἔχων πλείους ἑπτακισχιλίων. διελθὼν δʼ ὡς ἑκατὸν εἴκοσι σταδίους πρὸς Μαγνησίαν ἧκεν, ἧς ἦρχε Τισσαφέρνης· ταύτην δʼ ἐξ ἐφόδου παραλαβών, καὶ ταχέως ἐπὶ Τράλλεις τῆς Ἰωνίας πορευθείς, ἐπεχείρησε πολιορκεῖν τὴν πόλιν· οὐδὲν δὲ δυνάμενος πρᾶξαι διʼ ὀχυρότητα, πάλιν εἰς Μαγνησίαν ἀπεχώρησεν.
70.2 φασὶ δὲ τούτους ὡς συγγενεῖς ὑπάρχοντας ἀπαιτῆσαι τὸν Πειρίθουν τὸ μέρος τῆς πατρῴας ἀρχῆς· οὐκ ἀποδιδόντος δὲ τοῦ Πειρίθου πόλεμον ἐξενεγκεῖν πρὸς αὐτόν τε καὶ τοὺς Λαπίθας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme