Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

69.2 καὶ τούτων Λαπίθης μὲν κατοικῶν περὶ τὸν Πηνειὸν ποταμὸν ἐβασίλευσε τῶν τόπων τούτων, γήμας δὲ Ὀρσινόμην τὴν Εὐρυνόμου ἐγέννησεν υἱοὺς δύο, Φόρβαντα καὶ Περίφαντα. οὗτοι μὲν οὖν ἐνταῦθα ἐβασίλευσαν, οἱ δὲ σύμπαντες λαοὶ ἀπὸ Λαπίθου Λαπίθαι προσηγορεύθησαν. τῶν δʼ υἱῶν τῶν Λαπίθου Φόρβας μὲν εἰς Ὤλενον παρῆλθεν, ἐξ ἧς μεταπεμψάμενος αὐτὸν Ἀλέκτωρ ὁ τῆς Ἠλείας βασιλεὺς βοηθόν, φοβούμενος τὴν Πέλοπος δυναστείαν, τῆς ἐν Ἤλιδι βασιλείας μετέδωκεν·
35.5 ὁ δὲ Ψαμμήτιχος τήν τε εὐεργεσίαν καὶ τὸ πρὸς τοὺς ἱκέτας ὅσιον παρʼ οὐδὲν ἡγησάμενος ἀπέσφαξε τὸν ἱκέτην καὶ φίλον μετὰ τῶν τέκνων,ὅπως τῶν τε χρημάτων καὶ τοῦ στόλου γένηται κύριος.
69.3 ἐκ δὲ Φόρβαντος ὑπῆρξαν υἱοὶ δύο, Αἰγεὺς καὶ Ἄκτωρ, οἱ τὴν Ἠλείων βασιλείαν παραλαβόντες. ὁ δʼ ἕτερος τῶν Λαπίθου παίδων Περίφας γήμας Ἀστυάγυιαν τὴν Ὑψέως ἐγέννησεν ὀκτὼ παῖδας, ὧν ἦν πρεσβύτατος Ἀντίων, ὃς μιγεὶς Περιμήλᾳ τῇ Ἀμυθάονος ἐγέννησεν Ἰξίονα. οὗτος δʼ, ὥς φασιν, ὑποσχόμενος ἕδνα πολλὰ δώσειν Ἠϊονεῖ ἔγημε τὴν Ἠϊονέως θυγατέρα Δίαν, ἐξ ἧς ἐγέννησε Πειρίθουν.
35.6 αἱ δὲ κατὰ τὴν Ἀσίαν Ἑλληνίδες πόλεις πυνθανόμεναι τὴν τοῦ Τισσαφέρνους κατάβασιν, περὶ σφῶν ἀγωνιῶσαι πρὸς Λακεδαιμονίους ἔπεμψαν πρέσβεις, δεόμεναι μὴ περιιδεῖν ἑαυτὰς ὑπὸ τῶν βαρβάρων ἀναστάτους γινομένας. οἱ δὲ Λακεδαιμόνιοι βοηθήσειν ἐπαγγειλάμενοι, πρὸς Τισσαφέρνην ἔπεμψαν πρέσβεις τοὺς ἐροῦντας μὴ ὅπλα πολέμια ἐπιφέρειν ταῖς Ἑλληνίσι πόλεσιν.
52.4 ἔπειθʼ ὁ μὲν Ἰξίων οὐκ ἀπέδωκε τὰ ἕδνα τῇ γυναικί, ὁ δʼ Ἠϊονεὺς τὰς ἵππους ἀντὶ τούτων ἠνεχύρασεν. ὁ δʼ Ἰξίων τὸν Ἠϊονέα μετεπέμψατο ἐπαγγελλόμενος πάντα ὑπακούσεσθαι, καὶ τὸν Ἠϊονέα παραγενόμενον ἔβαλεν εἰς βόθρον πυρὸς μεστόν. διὰ δὲ τὸ μέγεθος τῆς παρανομίας μηδένα βούλεσθαι καθᾶραι τὸν φόνον. τέλος δʼ ὑπὸ τοῦ Διὸς κατὰ τοὺς μύθους ἁγνισθείς, ἠράσθη μὲν τῆς Ἥρας καὶ κατετόλμησεν ὑπὲρ συνουσίας λόγους ποιεῖσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme