Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

66.1 οἱ μὲν οὖν ἑπτὰ ἐπὶ Θήβας τοιοῦτον τὸ πέρας ἔσχον. οἱ δὲ τούτων παῖδες, ἐπίγονοι δʼ ὀνομασθέντες, τὸν τῶν πατέρων θάνατον ἐπεξιόντες ἔγνωσαν στρατεύειν κοινῇ ἐπὶ τὰς Θήβας, λαβόντες χρησμὸν παρʼ Ἀπόλλωνος πολεμεῖν τὴν προειρημένην πόλιν στρατηγὸν ἔχοντας Ἀλκμαίωνα τὸν Ἀμφιαράου.
32.4 οἱ δὲ τριάκοντα θεωροῦντες τοὺς πολίτας ἐν Ἀθήναις, ὅσοι μὴ μετεῖχον τῆς τῶν τρισχιλίων πολιτείας, μετεώρους ὄντας πρὸς τὴν κατάλυσιν τῆς δυναστείας, μετῴκισαν αὐτοὺς εἰς τὸν Πειραιᾶ, καὶ τοῖς ξενικοῖς ὅπλοις διακατεῖχον τὴν πόλιν· Ἐλευσινίους δὲ καὶ Σαλαμινίους αἰτιασάμενοι τὰ τῶν φυγάδων φρονεῖν, ἅπαντας ἀνεῖλον.
66.2 ὁ δʼ Ἀλκμαίων αἱρεθεὶς ὑπʼ αὐτῶν στρατηγὸς ἐπηρώτησε τὸν θεὸν περὶ τῆς ἐπὶ τὰς Θήβας στρατείας καὶ περὶ τῆς Ἐριφύλης τῆς μητρὸς κολάσεως.
32.5 τούτων δὲ πραττομένων πολλοὶ τῶν φυγάδων συνέρρεον πρὸς τοὺς περὶ Θρασύβουλον φανερῶς μὲν περί τινων αἰχμαλώτων διαλεξόμενοι, λάθρᾳ δὲ συμβουλεύειν αὐτῷ διαλῦσαι τὸ συνεστηκὸς φυγαδικὸν καὶ μεθʼ ἑαυτῶν τῆς πόλεως δυναστεύειν ἀντὶ Θηραμένους προσαιρεθέντα, λαβεῖν δʼ ἐξουσίαν δέκα τῶν φυγάδων οὓς ἂν προαιρῆται κατάγειν εἰς τὴν πατρίδα.
48.3 τοῦ δʼ Ἀπόλλωνος χρήσαντος ἀμφότερα τὰ προειρημένα πρᾶξαι διὰ τὸ μὴ μόνον τὸν χρυσοῦν ὅρμον δέξασθαι κατὰ τῆς ἀπωλείας τοῦ πατρός, ἀλλὰ καὶ πέπλον λαβεῖν αὐτὴν κατὰ τῆς τοῦ υἱοῦ τελευτῆς· Ἀφροδίτης γάρ, ὥς φασι, τὸ παλαιὸν δωρησαμένης Ἁρμονίᾳ τῇ Κάδμου τόν τε ὅρμον καὶ πέπλον, ἀμφότερα ταῦτα προσδέξασθαι τὴν Ἐριφύλην, τὸν μὲν ὅρμον παρὰ Πολυνείκους λαβοῦσαν, τὸν δὲ πέπλον παρὰ τοῦ υἱοῦ τοῦ Πολυνείκους Θερσάνδρου, ὅπως πείσῃ τὸν υἱὸν στρατεύειν ἐπὶ τὰς Θήβας· ὁ δʼ οὖν Ἀλκμαίων οὐ μόνον ἀθροίσας ἐξ Ἄργους στρατιώτας, ἀλλὰ καὶ ἐκ τῶν πλησίον πόλεων, ἀξιολόγῳ δυνάμει ἐστράτευσεν ἐπὶ τὰς Θήβας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme