Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

59.1 ἐπεὶ δὲ περὶ Ἡρακλέους καὶ τῶν ἀπογόνων αὐτοῦ διήλθομεν, οἰκεῖον ἂν εἴη περὶ Θησέως εἰπεῖν διὰ τὸ τοῦτον ζηλωτὴν γενέσθαι τῶν Ἡρακλέους ἄθλων. Θησεὺς τοίνυν γεγονὼς Αἴθρας τῆς Πιτθέως καὶ Ποσειδῶνος, τραφεὶς ἐν Τροιζῆνι παρὰ Πιτθεῖ τῷ μητροπάτορι, καὶ τὰ μυθολογούμενα σύμβολα ἀνῃρημένος τὰ ὑπὸ Αἰγέως ὑπό τινι πέτρᾳ τεθειμένα, κατήντησεν εἰς τὰς Ἀθήνας. διεξιὼν δʼ, ὥς φασι, τὴν παραθαλάττιον, καὶ ζηλωτὴς ὢν τῆς Ἡρακλέους ἀρετῆς, ἐπεβάλετο τελεῖν ἄθλους περιέχοντας ἀποδοχήν τε καὶ δόξαν.
25.7 —οἱ μὲν οὖν ἄγγελοι τοιαύτας ἀποκρίσεις λαβόντες ἐχωρίσθησαν· οἱ δὲ περὶ Κλέαρχον ἀνέζευξαν πρὸς τὸν σταθμόν, ὅπου τὸ διασεσωσμένον στρατόπεδον ἦν ἀνακεχωρηκός. εἰς ταὐτὸ δὲ πάσης τῆς δυνάμεως ἐλθούσης, περὶ τῆς ἐπὶ θάλατταν καταβάσεως ἐβουλεύοντο κοινῇ καὶ περὶ τῆς πορείας.
59.2 πρῶτον μὲν οὖν ἀνεῖλε τὸν ὀνομαζόμενον Κορυνήτην, χρώμενον τῇ προσαγορευομένῃ κορύνῃ, ὅπερ ἦν ὅπλον ἀμυντήριον, καὶ τοὺς παριόντας ἀποκτείνοντα, δεύτερον δὲ τὸν ἐν Ἰσθμῷ κατοικοῦντα Σίνιν.
45.8 ἔδοξεν οὖν αὐτοῖς μὴ τὴν αὐτὴν ἀναχώρησιν ᾗπερ ἦλθον ποιεῖσθαι· πολὺ γὰρ αὐτῆς ἦν ἔρημον, ἐν ᾧ τροφὰς οὐχ ὑπελάμβανον ἕξειν, δυνάμεως πολεμίας ἀκολουθούσης. γνόντες δʼ ἐπὶ Παφλαγονίας ἀναζευγνύειν, οὗτοι μὲν ὥρμησαν ἐπὶ Παφλαγονίαν μετὰ τῆς δυνάμεως, κατὰ σχολὴν ὁδοιποροῦντες, ὡς ἂν ἅμα τὰς τροφὰς ποριζόμενοι·
41.3 οὗτος γὰρ δύο πίτυς κάμπτων, καὶ πρὸς ἑκατέραν τὸν ἕνα βραχίονα προσδεσμεύων, ἄφνω τὰς πίτυς ἠφίει· διόπερ τῶν σωμάτων διὰ τὴν βίαν ἀποσπωμένων συνέβαινε τοὺς ἀτυχοῦντας μετὰ μεγάλης τιμωρίας τελευτᾶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme