Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

39.4 ὁ δὲ δυνάστης στήσας τρόπαιον τὰ μὲν λάφυρα διείλετο τοῖς στρατιώταις, ὅπως μηδεὶς ἀγανακτήσῃ περὶ τῶν ἀπολωλότων, τοὺς δʼ αἰχμαλώτους Ἕλληνας τοὺς συστρατευσαμένους τοῖς Καρχηδονίοις εἴς τι φρούριον ἀπέθετο.
39.5 οὗτοι μὲν οὖν εὐλαβούμενοι τὴν ἀπὸ τοῦ δυνάστου τιμωρίαν νυκτὸς ἐπέθεντο τοῖς ἐν τῷ φρουρίῳ καὶ τῇ μάχῃ κρατούμενοι κατελάβοντο τόπον ἐρυμνόν, ὄντες οὐκ ἐλάττους τῶν χιλίων, ὧν ἦσαν Συρακόσιοι πλείους τῶν πεντακοσίων·
39.6 Ἀγαθοκλῆς δὲ πυθόμενος τὸ πεπραγμένον ἧκε μετὰ τῆς δυνάμεως καὶ καταβιβάσας ὑποσπόνδους τοὺς ἐπιθεμένους ἅπαντας ἀπέσφαξεν.
40.1 ἀπὸ δὲ τῆς μάχης ταύτης γενόμενος καὶ πάντα τῇ διανοίᾳ σκοπούμενος πρὸς τὸ λαβεῖν τοὺς Καρχηδονίους ὑποχειρίους ἐξέπεμψε πρεσβευτὴν Ὄρθωνα τὸν Συρακόσιον πρὸς Ὀφέλλαν εἰς Κυρήνην. οὗτος δʼ ἦν μὲν τῶν φίλων τῶν συνεστρατευμένων Ἀλεξάνδρῳ, κυριεύων δὲ τῶν περὶ Κυρήνην πόλεων καὶ δυνάμεως ἁδρᾶς περιεβάλετο ταῖς ἐλπίσι μείζονα δυναστείαν.
40.2 τοιαύτην οὖν αὐτοῦ διάνοιαν ἔχοντος ἧκεν ὁ παρʼ Ἀγαθοκλέους πρεσβευτής, ἀξιῶν συγκαταπολεμῆσαι Καρχηδονίους· ἀντὶ δὲ ταύτης τῆς χρείας ἐπηγγέλλετο τὸν Ἀγαθοκλέα συγχωρήσειν αὐτῷ τῶν ἐν Λιβύῃ πραγμάτων κυριεύειν.
40.3 εἶναι γὰρ ἱκανὴν αὐτῷ τὴν Σικελίαν, ἵνʼ ἐξῇ τῶν ἀπὸ τῆς Καρχηδόνος κινδύνων ἀπαλλαχθέντα μετʼ ἀδείας κρατεῖν ἁπάσης τῆς νήσου· παρακεῖσθαι δὲ καὶ τὴν Ἰταλίαν αὐτῷ πρὸς ἐπαύξησιν τῆς ἀρχῆς, ἐὰν κρίνῃ μειζόνων ὀρέγεσθαι.
40.4 τὴν μὲν γὰρ Λιβύην διεζευγμένην μεγάλῳ καὶ χαλεπῷ πελάγει μηδαμῶς ἁρμόζειν αὐτῷ, εἰς ἣν καὶ νῦν οὐ κατʼ ἐπιθυμίαν, ἀλλὰ κατʼ ἀνάγκην ἀφῖχθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme