Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

40.7 Τληπόλεμον δὲ τὸν Ἡρακλέους ἐν Ἄργει κατοικοῦντα λέγουσιν ἀνελεῖν Λικύμνιον τὸν Ἠλεκτρύωνος ἐρίσαντα περί τινων, διὰ δὲ τὸν φόνον τοῦτον ἐξ Ἄργους φυγόντα εἰς Ῥόδον μετοικῆσαι· τὴν δὲ νῆσον ταύτην τότε κατῴκουν Ἕλληνες οἱ ὑπὸ Τριόπα τοῦ Φόρβαντος κατοικισθέντες.
25.5 λέγεται δὲ καὶ Σώφιλον τὸν ἐφʼ ἡγεμονίας τεταγμένον εἰπεῖν, ὅτι θαυμάζει τοὺς παρὰ τοῦ βασιλέως λόγους· εἰ μὲν γὰρ αὐτὸν δοκεῖ κρείσσονα τῶν Ἑλλήνων εἶναι, μετὰ τῆς δυνάμεως ἐλθὼν λαβέτω τὰ παρʼ ἡμῶν ὅπλα· εἰ δὲ πείσας βούλεται, λεγέτω, τίνα χάριν ἡμῖν ἀντὶ τούτων ἀξίαν δώσει.
40.8 τὸν δʼ οὖν Τληπόλεμον κοινῇ μετὰ τῶν ἐγχωρίων τριμερῆ ποιῆσαι τὴν Ῥόδον, καὶ τρεῖς ἐν αὐτῇ καταστῆσαι πόλεις, Λίνδον, Ἰήλυσον, Κάμειρον· βασιλεῦσαι δʼ αὐτὸν πάντων τῶν Ῥοδίων διὰ τὴν τοῦ πατρὸς Ἡρακλέους δόξαν, καὶ κατὰ τοὺς ὕστερον χρόνους μετʼ Ἀγαμέμνονος ἐπὶ τὴν Τροίαν στρατεῦσαι.
25.6 μετὰ δὲ τούτους Σωκράτης Ἀχαιὸς εἶπεν, ὅτι λίαν αὐτοῖς ἐκπληκτικῶς ὁ βασιλεὺς προσφέρεται· ἃ μὲν γὰρ παρʼ ἡμῶν βούλεται λαβεῖν παραχρῆμʼ ἀπαιτεῖ, τὰ δʼ ἀντὶ τούτων δοθησόμενα μετὰ ταῦτʼ ἀξιοῦν προστάττει. καθόλου δʼ εἰ μὲν ἀγνοῶν τοὺς νενικηκότας ὡς ἡττημένους κελεύει τὸ προσταττόμενον ποιεῖν, μαθέτω ποτέρων ἐστὶν ἡ νίκη παραγενηθεὶς μετὰ τῆς πολυαρίθμου δυνάμεως· εἰ δὲ σαφῶς ἡμᾶς εἰδὼς νενικηκότας ψεύδεται, πῶς αὐτῷ περὶ τῶν εἰς ὕστερον ἐπαγγελιῶν πιστεύσομεν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme