Book 20
111.4
Λεωσθένης μὲν οὖν προορώμενος τὸ μέγεθος τοῦ πολέμου περὶ ταῦτα διέτριβεν. ὁ δʼ Ἀλέξανδρος τῶν Κοσσαίων ἀπειθούντων ἐστράτευσεν ἐπʼ αὐτοὺς εὐζώνῳ τῇ δυνάμει. τοῦτο δὲ τὸ ἔθνος ἀλκῇ διαφέρον κατοικεῖ μὲν τῆς Μηδείας τὴν ὀρεινήν, πεποιθὸς δὲ τῇ τῶν τόπων δυσχωρίᾳ καὶ ταῖς κατὰ πόλεμον ἀρεταῖς οὐδέποτε δεσπότην ἔπηλυν προσεδέδεκτο, ἀλλὰ καὶ κατὰ τὴν Περσῶν βασιλείαν διέμεινεν ἀνάλωτον καὶ τότε πεφρονηματισμένον οὐ κατεπλάγη τὴν τῶν Μακεδόνων ἀρετήν.
111.5
ὁ δὲ βασιλεὺς προκαταλαβόμενος τὰς παρόδους καὶ τῆς Κοσσαίας τὴν πλείστην πορθήσας καὶ κατὰ πάσας τὰς συμπλοκὰς προτερῶν πολλοὺς μὲν ἀπέκτεινε τῶν βαρβάρων, πολλαπλασίους δʼ ἐζώγρησεν. οἱ δὲ Κασσαῖοι πάντῃ νικώμενοι καὶ διὰ τὸ πλῆθος τῶν ἑαλωκότων χαλεπῶς φέροντες ἠναγκάσθησαν τῆς τῶν αἰχμαλώτων σωτηρίας τὴν δουλείαν ἀλλάξασθαι.
111.6
διὸ καὶ τὰ καθʼ αὑτοὺς ἐπιτρέψαντες ἐτύγχανον εἰρήνης σὺν τῷ ποιεῖν τὸ προσταττόμενον τῷ βασιλεῖ. ὁ δὲ Ἀλέξανδρος ἐν ἡμέραις ταῖς πάσαις τεσσαράκοντα καταπολεμήσας τὸ ἔθνος καὶ πόλεις ἀξιολόγους ἐν ταῖς δυσχωρίαις κτίσας ἀνελάμβανε τὴν δύναμιν.
112.1
Ἀλέξανδρος καταπεπολεμηκὼς τὸ τῶν Κοσσαίων ἔθνος ἀνέζευξε μετὰ τῆς δυνάμεως καὶ προῆγεν ἐπὶ Βαβυλῶνος, ἀεὶ δὲ κατὰ τὰς στρατοπεδείας διαλείπων καὶ τὴν δύναμιν ἀναλαμβάνων ἡσυχῇ προῆγεν.
112.2
ἀπέχοντος δὲ αὐτοῦ τριακοσίους σταδίους τῆς Βαβυλῶνος οἱ Χαλδαῖοι καλούμενοι, μεγίστην μὲν δόξαν ἐν ἀστρολογίᾳ περιπεποιημένοι, διὰ δέ τινος αἰωνίου παρατηρήσεως προλέγειν εἰωθότες τὰ μέλλοντα, προεχειρίσαντο μὲν ἐξ ἑαυτῶν τοὺς πρεσβυτάτους καὶ μεγίστην ἐμπειρίαν ἔχοντας, διὰ δὲ τῆς τῶν ἀστέρων μαντείας γνόντες τὴν μέλλουσαν γίνεσθαι τοῦ βασιλέως τελευτὴν ἐν Βαβυλῶνι προσέταξαν μηνῦσαι τῷ βασιλεῖ τὸν κίνδυνον καὶ παρακελεύσασθαι μηδενὶ τρόπῳ τὴν εἰς τὴν πόλιν εἴσοδον ποιήσασθαι·