Book 20
110.7
ταύτης δέ φασι διακοσίων μὲν καὶ πεντήκοντα σταδίων τὴν περίμετρον ὑπάρχειν, βασίλεια δʼ ἔχειν τῆς ὅλης Μηδείας καὶ θησαυροὺς πολλῶν χρημάτων. ἔνθα δὴ χρόνον τινὰ τὴν δύναμιν ἀναλαβὼν ἀγῶνάς τε θυμελικοὺς ἐποίει καὶ πότους συνεχεῖς τῶν φίλων,
110.8
ἐν οἷς Ἡφαιστίων ἀκαίροις μέθαις χρησάμενος καὶ περιπεσὼν ἀρρωστίᾳ τὸν βίον ἐξέλιπεν· ὁ δὲ βασιλεὺς χαλεπῶς ἐνέγκας τὸ συμβὰν τὸ σῶμα τοῦ τετελευτηκότος Περδίκκᾳ παρέδωκεν εἰς Βαβυλῶνα κομίσαι, βουλόμενος ἐπιφανεστάτην αὐτοῦ ποιήσασθαι τὴν ταφήν.
111.1
ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἑλλάδα ταραχαὶ συνίσταντο καὶ πραγμάτων καινῶν κινήσεις, ἐξ ὧν ὁ Λαμιακὸς πόλεμος κληθεὶς ἔλαβε τὴν ἀρχήν, ἐκ τοιαύτης τινὸς αἰτίας. τοῦ βασιλέως προστάξαντος τοῖς σατράπαις ἅπασιν ἀπομίσθους ποιῆσαι τοὺς μισθοφόρους καὶ τούτων τὸ πρόσταγμα συντελεσάντων πολλοὶ τῆς στρατείας ἀπολελυμένοι ξένοι διέτρεχον καθʼ ὅλην τὴν Ἀσίαν πλανώμενοι καὶ τὰς ἀναγκαίας τροφὰς ἐκ τῶν προνομῶν ποριζόμενοι. μετὰ δὲ ταῦτα πανταχόθεν διῆραν ἐπὶ Ταίναρον τῆς Λακωνικῆς.
111.2
ὁμοίως δὲ καὶ τῶν Περσικῶν σατραπῶν καὶ τῶν ἄλλων ἡγεμόνων οἱ περιλειφθέντες χρήματά τε καὶ στρατιώτας ἀθροίζοντες ἔπλεον ἐπὶ Ταίναρον καὶ κοινὴν δύναμιν ἤθροιζον.
111.3
τὸ δὲ τελευταῖον Λεωσθένην τὸν Ἀθηναῖον, ἄνδρα ψυχῆς λαμπρότητι διάφορον καὶ μάλιστʼ ἀντικείμενον τοῖς Ἀλεξάνδρου πράγμασιν, εἵλοντο στρατηγὸν αὐτοκράτορα. οὗτος δὲ τῇ βουλῇ διαλεχθεὶς ἐν ἀπορρήτοις πεντήκοντα μὲν ἔλαβε τάλαντα πρὸς τὴν μισθοδοσίαν, ὅπλων δὲ πλῆθος ἱκανὸν εἰς τὰς κατεπειγούσας χρείας, πρὸς δὲ Αἰτωλοὺς ἀλλοτρίως ἔχοντας πρὸς τὸν βασιλέα περὶ συμμαχίας διεπρεσβεύσατο καὶ πάντα τὰ πρὸς τὸν πόλεμον παρεσκευάζετο.