Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

110.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀντικλέους Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Κορνήλιον καὶ Κόιντον Ποπίλλιον. ἐπὶ δὲ τούτων Ἀλέξανδρος εἰς τὸν τῶν ἀπολελυμένων ἀριθμὸν ἀνεπλήρωσεν ἐκ τῶν Περσῶν καὶ χιλίους αὐτῶν εἰς τοὺς περὶ τὴν αὐλὴν ἔταξεν ὑπασπιστὰς καὶ τὸ σύνολον οὐχ ἥττους εἰς πίστιν τῶν Μακεδόνων ὑπέλαβεν.
110.2 ἧκεν δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ Πευκέστης ἄγων Πέρσας τοξότας καὶ σφενδονήτας δισμυρίους· καταμίξας δὲ τούτους τοῖς προϋπάρχουσι στρατιώταις τῇ καινότητι τῆς καινοτομίας κατεσκεύασε τὴν ὅλην δύναμιν κεκραμένην καὶ ἁρμόζουσαν τῇ ἰδίᾳ προαιρέσει.
110.3 τῶν δὲ Μακεδόνων ἐκ τῶν αἰχμαλωτίδων γεγεννηκότων υἱοὺς τὸν ἀριθμὸν τῶν παίδων ἀκριβῶς ἐσκέψατο, ὄντων δʼ αὐτῶν σχεδὸν μυρίων ἅπασι τὰς ἁρμοζούσας πρὸς τροφὴν ἐλευθέριον συντάξεις ἀπομερίσας τούτοις μὲν παιδευτὰς ἐπέστησε τοὺς διδάξοντας τὴν ἁρμόζουσαν παιδείαν, αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν προῆγεν ἐκ τῶν Σούσων καὶ διαβὰς τὸν Τίγριν ἐν ταῖς Κάραις καλουμέναις κώμαις κατεστρατοπέδευσεν.
110.4 ἑξῆς δʼ ἐν ἡμέραις τέτταρσι τὴν Σιττακινὴν διανύσας ἧκεν εἰς τὰ καλούμενα Σάμβανα. ἐνταῦθα δὲ μείνας ἡμέρας ἑπτὰ καὶ προσαναλαβὼν τὴν δύναμιν τριταῖος εἰς τοὺς Κέλωνας προσαγορευομένους ἧκεν, ἐν ᾧ μέχρι νῦν διαμένει γένος Βοιώτιον, κατὰ μὲν τὴν Ξέρξου στρατείαν ἀνάστατον γεγονός, μεμνημένον δʼ ἔτι τῶν πατρίων νόμων·
110.5 ὄντες γὰρ οὗτοι δίφωνοι τῇ μὲν ἑτέρᾳ διαλέκτῳ ἐξωμοιώθησαν τοῖς ἐγχωρίοις, τῇ δʼ ἑτέρᾳ πλείστας τῶν Ἑλληνικῶν λέξεων διετήρουν καὶ τῶν ἐπιτηδευμάτων ἔνια διεφύλαττον. τέλος δὲ προσμείνας ἡμέρας ἀνέζευξε καὶ παρεγκλίνας τὴν ὑποκειμένην ὁδὸν θέας ἕνεκεν ἦλθεν εἰς τὴν ὀνομαζομένην Βαγιστάνην, θεοπρεπεστάτην τε χώραν οὖσαν καὶ πλήρη καρπίμων δένδρων καὶ τῶν ἄλλων ἁπάντων τῶν πρὸς ἀπόλαυσιν ἀνηκόντων.
110.6 μετὰ δὲ ταῦτα παρελθὼν εἴς τινα χώραν δυναμένην ἐκτρέφειν ἀγέλας παμπληθεῖς ἵππων, ἐν ᾗ τὸ παλαιὸν ἔφασαν ἑκκαίδεκα μυριάδας ἵππων γεγονέναι φορβάδων, κατὰ δὲ τὴν Ἀλεξάνδρου παρουσίαν ἓξ μόναι μυριάδες ἠριθμήθησαν, ἐνταῦθα διαμείνας ἡμέρας τριάκοντα ἑβδομαῖος διήνυσεν εἰς Ἐκβάτανα τῆς Μηδείας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme