Book 20
102.4
ὁ δὲ βασιλεὺς ἐπαινέσας τοὺς ἄνδρας καὶ συγχωρήσας τὴν εἰρήνην δωρεαῖς τε μεγάλαις καὶ τιμαῖς ἡρωικαῖς ὑπὸ τῶν ἐγχωρίων ἐτιμήθη. μετὰ δὲ ταῦτα τοὺς παρὰ τὸν ποταμὸν ἐξ ἀμφοτέρων τῶν μερῶν κατοικοῦντας, ὀνομαζομένους δὲ Σόδρας καὶ Μασσανούς, προσηγάγετο. περὶ δὲ τούτους τοὺς τόπους ἔκτισε πόλιν Ἀλεξάνδρειαν κατὰ τὸν ποταμόν, μυρίους καταλέξας οἰκήτορας.
102.5
μετὰ δὲ ταῦτα εἰς τὴν Μουσικάνου τοῦ βασιλέως χώραν καταντήσας τόν τε δυνάστην ὑποχείριον λαβὼν ἀπέκτεινε καὶ τὸ ἔθνος ὑποχείριον ἐποίησεν. ἑξῆς δʼ εἰς τὴν Πορτικάνου δυναστείαν ἐμβαλὼν δύο μὲν ἐξ ἐφόδου πόλεις ἐξεπολιόρκησε καὶ τοῖς στρατιώταις ἐφεὶς διαρπάσαι τὰς οἰκίας ἐνέπρησεν, αὐτὸν δὲ τὸν Πορτικᾶνον εἰς χωρίον ὀχυρὸν καταφυγόντα χειρωσάμενος ἀπέκτεινε μαχόμενον. τὰς δὲ πόλεις ἁπάσας τὰς ὑπὸ τοῦτον τεταγμένας ἐκπολιορκήσας κατέσκαψε καὶ πολὺν φόβον τοῖς πλησιοχώροις ἐπέστησεν.
102.6
ἑξῆς δὲ τήν τε Σάμβου βασιλείαν ἐξεπόρθησε καὶ τὰς πλείστας πόλεις ἐξανδραποδισάμενος καὶ κατασκάψας κατέκοψε τῶν βαρβάρων ὑπὲρ τὰς ὀκτὼ μυριάδας.
102.7
τὸ μὲν οὖν ἔθνος τῶν ὀνομαζομένων Βραχμάνων τοιαύταις περιέπεσε συμφοραῖς· τῶν δὲ λοιπῶν μεθʼ ἱκετηριῶν δεηθέντων τοὺς αἰτιωτάτους κολάσας τοὺς λοιποὺς ἀπέλυσε τῶν ἐγκλημάτων. ὁ δὲ βασιλεὺς Σάμβος μετὰ τριάκοντα ἐλεφάντων φυγὼν εἰς τὴν πέραν τοῦ Ἰνδοῦ χώραν διέφυγε τὸν κίνδυνον.
103.1
τῆς δʼ ἐσχάτης τῶν Βραχμάνων πόλεως, ἣν ὀνομάζουσιν Ἁρματήλια, πεφρονηματισμένης ἐπʼ ἀνδρείᾳ καὶ δυσχωρίαις ἀπέστειλεν ὀλίγους τῶν ψιλῶν, προστάξας ἐξάπτεσθαι τῶν πολεμίων καὶ ἐὰν ἐπεξίωσιν ὑποφεύγειν.
103.2
οὗτοι μὲν οὖν ὄντες πεντακόσιοι καὶ προσμαχόμενοι τοῖς τείχεσι κατεφρονήθησαν. ἐπεξελθόντων δʼ ἐκ τῆς πόλεως στρατιωτῶν τρισχιλίων προσποιηθέντες καταπεπλῆχθαι πρὸς φυγὴν ὥρμησαν.
103.3
ὁ δὲ βασιλεὺς μετʼ ὀλίγον ὑποστὰς τοὺς διώκοντας τῶν βαρβάρων καὶ μάχην καρτερὰν συστησάμενος οὓς μὲν ἀπέκτεινε τῶν βαρβάρων, οὓς δʼ ἐζώγρησε. τῶν δὲ μετὰ τοῦ βασιλέως οὐκ ὀλίγοι τρωθέντες εἰς τοὺς ἐσχάτους ἦλθον κινδύνους·