Book 20
100.4
καὶ τῶν μὲν Μακεδόνων ὁμοεθνῶν ὄντων τῷ Κοράγῳ καὶ τοῦ βασιλέως συμφιλοτιμουμένου, τῶν δὲ Ἑλλήνων τῷ Διωξίππῳ συναγωνιώντων προῆλθεν εἰς τὸν ἀγῶνα ὁ μὲν Μακεδὼν πολυτελέσιν ὅπλοις κεκοσμημένος, ὁ δʼ Ἀθηναῖος γυμνὸς ὑπαληλιμμένος,
100.5
ἔχων ῥόπαλον σύμμετρον. ἀμφοτέρων δὲ τῇ τε τοῦ σώματος ῥώμῃ καὶ τῇ τῆς ἀλκῆς ὑπεροχῇ θαυμαζομένων οἱονεί τις θεομαχία μέλλουσα γίνεσθαι προσεδοκήθη· ὁ μὲν γὰρ Μακεδὼν διά τε τὴν φύσιν τοῦ σώματος καὶ τὴν λαμπρότητα τῶν ὅπλων μεγάλην ἐπιφέρων κατάπληξιν Ἄρει παρεμφερὴς ὑπελαμβάνετο, ὁ δὲ Διώξιππος ὑπερέχων τε τῇ ῥώμῃ καὶ διὰ τὴν ἐκ τῆς ἀθλήσεως μελέτην, ἔτι δὲ διὰ τὴν περὶ τὸ ῥόπαλον ἰδιότητα τὴν πρόσοψιν Ἡρακλεωτικὴν εἶχεν.
100.6
ὡς δʼ ἐπῆγον ἀλλήλοις, ὁ μὲν Μακεδὼν ἐκ συμμέτρου διαστήματος λόγχην ἠκόντισεν, ὁ δʼ ἕτερος βραχὺ παρεγκλίνας τὴν ἐπιφερομένην πληγὴν ἐξένευσεν. εἶθʼ ὁ μὲν τὴν Μακεδονικὴν σάρισαν προβεβλημένος ἐπεπορεύετο, ὁ δʼ ἐγγίσαντος αὐτοῦ τῷ ῥοπάλῳ πατάξας τὴν σάρισαν ἀπέθραυσεν.
100.7
ὁ δὲ δυσὶν ἐλαττώμασι περιπεσὼν ἐπὶ τὴν ἀπὸ τοῦ ξίφους μάχην κατήντησεν. μέλλοντος δʼ αὐτοῦ σπᾶσθαι τὴν μάχαιραν ἔφθασε προπηδήσας καὶ τῇ μὲν εὐωνύμῳ κατέλαβε τὴν ἕλκουσαν τὸ ξίφος χεῖρα, τῇ δʼ ἄλλῃ κινήσας ἐκ τῆς βάσεως τὸν ἀντίπαλον ὑπέσυρε τὰ σκέλη.
100.8
ῥιφέντος δʼ ἐπὶ γῆν ἐπιβὰς ἐπὶ τὸν τράχηλον τῷ ποδὶ καὶ τὸ ῥόπαλον ἀνατεινάμενος ἀνέβλεψεν πρὸς τοὺς θεωμένους.
101.1
ἀναβοήσαντος δὲ τοῦ πλήθους διά τε τὸ παράδοξον καὶ τὴν ὑπερβολὴν τῆς ἀνδραγαθίας ὁ μὲν βασιλεὺς προσέταξεν ἀφεῖναι καὶ τὴν θέαν διαλύσας ἀπηλλάγη, δυσφορῶν ἐπὶ τῇ τοῦ Μακεδόνος ἥττῃ.
101.2
ὁ δὲ Διώξιππος ἀφεὶς τὸν πεπτωκότα καὶ περιβόητον νίκην ἀπενεγκάμενος ἀπῄει ταινιούμενος ὑπὸ τῶν ὁμοφύλων, ὡς κοινὴν πᾶσι τοῖς Ἕλλησι παρεσχημένος εὐδοξίαν. οὐ μὴν ἡ τύχη γε εἴασεν ἐπὶ πολὺν χρόνον καυχήσασθαι τὸν ἄνδρα τῇ νίκῃ.