Book 20
98.2
οὐ μὴν συγκατέβησαν εἰς παράταξιν, ἀλλὰ πάλιν στασιάσαντες ὑπὲρ τῆς ἡγεμονίας εἰς τὰς σύνεγγυς πόλεις ἀπεχώρησαν. ὁ δʼ Ἀλέξανδρος τῇ πρώτῃ πόλει πλησιάσας ἐξ ἐφόδου διενοεῖτο πολιορκεῖν ταύτην.
98.3
ἔνθα δὴ τῶν τερατοσκόπων τις Δημοφῶν ὄνομα προσελθὼν αὐτῷ διά τινων οἰωνῶν ἔφη προδηλοῦσθαι τῷ βασιλεῖ μέγαν κίνδυνον ἐκ τραύματος ἐσόμενον ἐν τῇ πολιορκίᾳ. διόπερ ἠξίου τὸν Ἀλέξανδρον ἀφεῖναι μὲν ταύτην τὴν πόλιν ἐπὶ τοῦ παρόντος, ἐφʼ ἑτέρας δὲ πράξεις ἐπιβάλλειν τὸν νοῦν.
98.4
ὁ δὲ βασιλεὺς τούτῳ μὲν ἐπέπληξεν ὡς ἐμποδίζοντι τὴν ἀρετὴν τῶν ἀγωνιζομένων, αὐτὸς δὲ διατάξας τὰ περὶ τὴν πολιορκίαν πρῶτος ἡγεῖτο πρὸς τὴν πόλιν, φιλοτιμούμενος αὐτὴν διὰ τῆς βίας χειρώσασθαι. τῶν δὲ μηχανικῶν ὀργάνων ὑστερούντων πρῶτος διακόψας πυλίδα καὶ παρεισπεσὼν εἰς τὴν πόλιν πολλοὺς μὲν κατέβαλε, τοὺς δὲ λοιποὺς τρεψάμενος συνεδίωξεν εἰς τὴν ἀκρόπολιν.
98.5
τῶν δὲ Μακεδόνων περὶ τὴν τειχομαχίαν ἔτι διατριβόντων ἁρπάσας κλίμακα καὶ τοῖς τῆς ἄκρας τείχεσι προσερείσας καὶ τὴν πέλτην ὑπὲρ τῆς κεφαλῆς ἔχων προσανέβαινε. τῆς δὲ κατὰ τὴν ἐνέργειαν ὀξύτητος φθανούσης τοὺς προμαχομένους τῶν βαρβάρων ταχέως ἐπέβη τῷ τείχει.
98.6
τῶν δʼ Ἰνδῶν εἰς χεῖρας μὲν ἐλθεῖν οὐ τολμώνων, ἐκ διαστήματος δὲ ἀκοντιζόντων καὶ τοξευόντων ὁ μὲν βασιλεὺς ὑπὸ τοῦ πλήθους τῶν βελῶν κατεπονεῖτο, οἱ δὲ Μακεδόνες δύο κλίμακας προσθέντες διὰ τούτων προσανέβαινον ἀθρόοι καὶ συντριβεισῶν ἀμφοτέρων ἐπὶ τὴν γῆν κατηνέχθησαν.
99.1
ὁ δὲ βασιλεὺς ἐρημωθεὶς πάσης βοηθείας ἐτόλμησεν ἐπιτελέσαι πρᾶξιν παράδοξον καὶ μνήμης ἀξίαν. τὸ γὰρ ἀπὸ τοῦ τείχους ἀπελθεῖν ἄπρακτον πρὸς τοὺς ἰδίους ἀνάξιον κρίνας ὑπάρχειν τῆς ἰδίας εὐπραξίας καθήλατο μετὰ τῶν ὅπλων μόνος εἰς τὴν πόλιν.
99.2
συνδραμόντων δʼ ἐπʼ αὐτὸν τῶν Ἰνδῶν ὑπέστη τεθαρρηκότως τὴν τῶν βαρβάρων ἐπιφοράν· προβαλλόμενος δʼ ἐκ τῶν δεξιῶν δένδρον τι παρʼ αὐτὸ τὸ τεῖχος ἐρριζωμένον, ἐκ δὲ τῶν εὐωνύμων αὐτὸ τὸ τεῖχος ἠμύνετο τοὺς Ἰνδούς, οὕτω τῷ θυμῷ παραστὰς ὡς ἄν τις βασιλεὺς τηλικούτων ἤδη ἀπειργασμένων ἀνδραγαθήσειε, τὴν ἐσχάτην τοῦ βίου καταστροφὴν εὐκλεεστάτην γενέσθαι φιλοτιμούμενος.