Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

96.4 τῶν δὲ ἄλλων ἐγχωρίων συναθροισθέντων δισμυρίους μὲν καταφυγόντας εἰς πόλιν μεγάλην κατὰ κράτος εἷλε, τῶν δʼ Ἰνδῶν διαφραξάντων τοὺς στενωποὺς καὶ ἀπὸ τῶν οἰκιῶν μαχομένων εὐρώστως βιαζόμενος ἀπέβαλε τῶν Μακεδόνων οὐκ ὀλίγους.
96.5 διὰ δὲ τὴν ὀργὴν ἐμπρήσας τὴν πόλιν συγκατέκαυσε τοὺς πλείστους· τῶν δʼ ἐγχωρίων τῶν ὑπολειπομένων εἰς τρισχιλίους συμφυγόντας εἰς τὴν ἀκρόπολιν καὶ μεθʼ ἱκετηριῶν δεηθέντας ἀπέλυσεν.
97.1 αὐτὸς δὲ πάλιν μετὰ τῶν φίλων ἐμβὰς εἰς τὰς ναῦς διὰ τοῦ ποταμοῦ τὸν πλοῦν ἐποιεῖτο μέχρι τῆς συμβολῆς τῶν προειρημένων ποταμῶν καὶ τοῦ Ἰνδοῦ. μεγάλων δὲ ῥείθρων εἰς ἕνα τόπον συρραττόντων ἴλιγγες πολλαὶ καὶ φοβεραὶ συνίσταντο καὶ τὰ σκάφη συστρέφουσαι διέφθειρον. τῆς δὲ τοῦ ῥεύματος βίας ὀξείας καὶ σφοδρᾶς οὔσης καὶ τῆς τῶν κυβερνητῶν τέχνης κατισχυομένης δύο μὲν μακραὶ ναῦς κατέδυσαν, τῶν δὲ ἄλλων πλοίων οὐκ ὀλίγα πρὸς τὴν γῆν ἐξέπεσε.
97.2 τῆς δὲ ναυαρχίδος καταρράκτῃ μεγάλῳ περιπεσούσης ὁ βασιλεὺς εἰς τὸν ἔσχατον ἦλθε κίνδυνον. διὸ καὶ τοῦ θανάτου πρὸ ὀφθαλμῶν ὄντος ὁ μὲν Ἀλέξανδρος ἀποθέμενος τὴν ἐσθῆτα γυμνῷ τῷ σώματι τῆς ἐνδεχομένης ἀντείχετο βοηθείας, οἱ δὲ φίλοι παρενήχοντο, σπεύδοντες ὑποδέξασθαι περιτρεπομένης τῆς νεὼς τὸν βασιλέα.
97.3 πολλῆς δὲ ταραχῆς περὶ τὴν ναῦν οὔσης καὶ τῶν μὲν ἀνδρῶν ἀντιταττομένων τῇ τοῦ ῥεύματος βίᾳ, τοῦ δὲ ποταμοῦ κατισχύοντος πᾶσαν ἀνθρωπίνην ἐπίνοιάν τε καὶ δύναμιν μόγις ὁ Ἀλέξανδρος μετὰ τῶν νεῶν εἰς τὴν γῆν ἐξέπεσεν. σωθεὶς δὲ παραδόξως τοῖς θεοῖς ἔθυσεν ὡς μεγίστους ἐκπεφευγὼς κινδύνους καὶ πρὸς ποταμὸν ὁμοίως Ἀχιλλεῖ διαγωνισάμενος.
98.1 μετὰ δὲ ταῦτα στρατεύσας ἐπὶ Συδράκας καὶ τοὺς ὀνομαζομένους Μαλλούς, ἔθνη πολυάνθρωπα καὶ μάχιμα, κατέλαβε τοὺς ἐγχωρίους ἠθροικότας πεζοὺς μὲν πλείους τῶν ὀκτακισμυρίων, ἱππεῖς δὲ μυρίους, ἅρματα δʼ ἑπτακόσια. οὗτοι πρὸ μὲν τῆς Ἀλεξάνδρου παρουσίας ἐπολέμουν ἀλλήλοις, ὡς δʼ ὁ βασιλεὺς ἤγγισε τῇ χώρᾳ, συνεφρόνησαν καὶ μυρίας παρθένους δόντες καὶ λαβόντες διὰ τῆς ἐπιγαμίας ταύτης διηλλάγησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme