Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

95.3 ἀπὸ δὲ τούτων γενόμενος μετὰ πάσης τῆς δυνάμεως ταῖς αὐταῖς ὁδοῖς πορευθεὶς ἀνέκαμψεν ἐπὶ τὸν Ἀκεσίνην ποταμόν· καταλαβὼν δὲ τὰ σκάφη νεναυπηγημένα καὶ ταῦτα καταρτίσας ἕτερα προσεναυπηγήσατο.
95.4 κατὰ δὲ τοῦτον τὸν χρόνον ἧκον ἐκ τῆς Ἑλλάδος σύμμαχοι καὶ μισθοφόροι διὰ τῶν στρατηγῶν ἠγμένοι, πεζοὶ μὲν πλείους τρισμυρίων, ἱππεῖς δʼ οὐ πολὺ λείποντες τῶν ἑξακισχιλίων, ἐκομίσθησαν δὲ καὶ πανοπλίαι διαπρεπεῖς πεζοῖς μὲν δισμυρίοις καὶ πεντακισχιλίοις, φαρμάκων δʼ ἰατρικῶν ἑκατὸν τάλαντα. ταῦτα μὲν οὖν διέδωκε τοῖς στρατιώταις.
95.5 τῆς δὲ ναυτικῆς παρασκευῆς συντελεσθείσης καὶ διακοσίων μὲν ἀφράκτων ἡτοιμασμένων, ὀκτακοσίων δὲ ὑπηρετικῶν τὰς μὲν παρὰ τὸν ποταμὸν κτισθείσας πόλεις ὠνόμασε τὴν μὲν διὰ τὸ τῷ πολέμῳ κρατῆσαι Νίκαιαν, τὴν δʼ ἀπὸ τοῦ τελευτήσαντος ἵππου κατὰ τὴν πρὸς Πῶρον μάχην Βουκεφάλαν.
96.1 αὐτὸς δὲ μετὰ τῶν φίλων ἐμβὰς εἰς τὰς ναῦς τὸν διὰ τοῦ ποταμοῦ πλοῦν ἐπὶ τὸν Ὠκεανὸν τὸν κατὰ μεσημβρίαν ἐποιεῖτο. τὸ δὲ πολὺ μέρος τῆς δυνάμεως παρὰ τὸν ποταμὸν ὡδοιπόρει, προηγουμένου Κρατεροῦ καὶ Ἡφαιστίωνος. ὡς δʼ ἦλθον ἐπὶ τὴν Ἀκεσίνου καὶ Ὑδάσπου συμβολήν, ἐκβιβάσας τοὺς στρατιώτας προῆγεν ἐπὶ τοὺς ὀνομαζομένους Σίβους.
96.2 τούτους δέ φασιν ἀπογόνους εἶναι τῶν μεθʼ Ἡρακλέους ἐπὶ τὴν Ἄορνον πέτραν στρατευσάντων καὶ τῆς μὲν πολιορκίας ἀποτυχόντων, ἐν τούτῳ δὲ τῷ τόπῳ κατοικισθέντων ὑφʼ Ἡρακλέους. τοῦ δʼ Ἀλεξάνδρου καταστρατοπεδεύσαντος πλησίον ἐπιφανεστάτης πόλεως προῆλθον οἱ δόξῃ πρωτεύοντες τῶν πολιτῶν. ἐντυχόντες δὲ τῷ βασιλεῖ καὶ τὴν συγγένειαν ἀνανεωσάμενοι πάντα ποιήσειν ἔφασαν μετὰ προθυμίας ὡς ἂν συγγενεῖς ὄντες καὶ δῶρα προσεκόμισαν μεγαλοπρεπῆ.
96.3 ὁ δὲ Ἀλέξανδρος ἀποδεξάμενος αὐτῶν τὴν εὔνοιαν καὶ τὰς πόλεις ἀποδείξας ἐλευθέρας προῆγεν ἐπὶ τὰ συνορίζοντα τῶν ἐθνῶν. καταλαβὼν δὲ τοὺς ὀνομαζομένους Ἀγαλασσεῖς ἠθροικότας πεζοὺς μὲν τετρακισμυρίους, ἱππεῖς δὲ τρισχιλίους, συνάψας αὐτοῖς μάχην καὶ νικήσας τοὺς μὲν πλείστους κατέκοψεν, τοὺς δὲ λοιποὺς συμφυγόντας εἰς τὰς πλησίον πόλεις ἐκπολιορκήσας ἐξηνδραποδίσατο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme