Book 20
37.4
διὰ τὴν ἐπιφάνειαν οὖν τοῦ γένους οἱ περὶ Κάσανδρον καὶ Λυσίμαχον, ἔτι δὲ Ἀντίγονον καὶ Πτολεμαῖον καὶ καθόλου πάντες οἱ μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἀξιολογώτατοι τῶν ἡγεμόνων ταύτην ἐμνήστευον· ἕκαστος γὰρ τούτῳ τῷ γάμῳ συνακολουθήσειν Μακεδόνας ἐλπίζων ἀντείχετο τῆς βασιλικῆς οἰκίας, ὡς τὴν τῶν ὅλων ἀρχὴν περιστήσων εἰς ἑαυτόν.
37.5
ὁ δὲ ἐπιμελητὴς τῶν Σάρδεων ἔχων παράγγελμα παρʼ Ἀντιγόνου τηρεῖν τὴν Κλεοπάτραν, διεκώλυεν αὐτῆς τὴν ἔξοδον· ὕστερον δὲ προστάξαντος τοῦ δυνάστου διά τινων γυναικῶν ἐδολοφόνησεν.
37.6
ὁ δʼ Ἀντίγονος οὐ βουλόμενος λέγεσθαι κατʼ αὐτοῦ περὶ τῆς ἀναιρέσεως, τῶν γυναικῶν τινας ἐκόλασεν ὡς ἐπιβεβουλευκυίας καὶ τὰ περὶ τὴν ἐκφορὰν βασιλικῶς ἐφιλοκάλησεν. Κλεοπάτρα μὲν οὖν περιμάχητος γενομένη παρὰ τοῖς ἐπιφανεστάτοις ἡγεμόσι πρὸ τοῦ συντελεσθῆναι τὸν γάμον τοιαύτης ἔτυχε καταστροφῆς.
37.7
ἡμεῖς δὲ διεληλυθότες τὰ κατὰ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰ ἄλλα μέρη τῆς οἰκουμένης.
38.1
κατὰ γὰρ τὴν Λιβύην Καρχηδονίων ἐκπεμψάντων δύναμιν τὴν προσαξομένην τοὺς ἀφεστηκότας Νομάδας Ἀγαθοκλῆς ἐπὶ μὲν τοῦ Τύνητος ἀπέλιπεν Ἀρχάγαθον τὸν υἱὸν μετὰ μέρους τῆς στρατιᾶς, αὐτὸς δʼ ἀναλαβὼν τοὺς κρατίστους, πεζοὺς μὲν ὀκτακισχιλίους, ἱππεῖς δὲ ὀκτακοσίους, ζεύγη δὲ Λιβύων πεντήκοντα, κατὰ σπουδὴν ἐπηκολούθει τοῖς πολεμίοις.