Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

39.5 μετὰ δέ τινα χρόνον ἁπάντων τῶν Ἡρακλέους παίδων ἠνδρωμένων, καὶ φρονήματος ἐμφυομένου τοῖς νεανίσκοις διὰ τὴν ἀφʼ Ἡρακλέους δόξαν, ὑφορώμενος αὐτῶν τὴν αὔξησιν Εὐρυσθεὺς ἐστράτευσεν ἐπʼ αὐτοὺς μετὰ πολλῆς δυνάμεως.
43.4 οἱ δὲ περὶ Κλέαρχον πολλοὺς τῶν βαρβάρων ἀνελόντες, ὡς ἤδη νὺξ ἦν, ἀναχωρήσαντες τρόπαιον ἔστησαν, καὶ περὶ δευτέραν σχεδὸν φυλακὴν ἔφθασαν εἰς τὴν παρεμβολήν.
39.6 οἱ δʼ Ἡρακλεῖδαι, βοηθούντων αὐτοῖς τῶν Ἀθηναίων, προστησάμενοι τὸν Ἡρακλέους ἀδελφιδοῦν Ἰόλαον, καὶ τούτῳ τε καὶ Θησεῖ καὶ Ὕλλῳ τὴν στρατηγίαν παραδόντες, ἐνίκησαν παρατάξει τὸν Εὐρυσθέα. κατὰ δὲ τὴν μάχην πλεῖστοι μὲν τῶν μετʼ Εὐρυσθέως κατεκόπησαν, αὐτὸς δʼ ὁ Εὐρυσθεύς, τοῦ ἅρματος κατὰ τὴν φυγὴν συντριβέντος, ὑπὸ Ὕλλου τοῦ Ἡρακλέους ἀνῃρέθη· ὁμοίως δὲ καὶ οἱ υἱοὶ τοῦ Εὐρυσθέως πάντες κατὰ τὴν μάχην ἐτελεύτησαν.
43.5 τῆς δὲ μάχης τοιοῦτον τέλος λαβούσης ἀνῃρέθησαν τῶν τοῦ βασιλέως πλείους τῶν μυρίων πεντακισχιλίων, ὧν τοὺς πλείστους ἀνεῖλον οἱ μετὰ Κλεάρχου ταχθέντες Λακεδαιμόνιοί τε καὶ μισθοφόροι.
58.1 μετὰ δὲ ταῦτα οἱ μὲν Ἡρακλεῖδαι πάντες περιβοήτῳ μάχῃ νενικηκότες τὸν Εὐρυσθέα, καὶ διὰ τὴν εὐημερίαν συμμάχων εὐπορήσαντες, ἐστράτευσαν ἐπὶ τὴν Πελοπόννησον Ὕλλου στρατηγοῦντος.
43.6 ἐκ δὲ θατέρου μέρους τῶν Κύρου στρατιωτῶν ἔπεσον περὶ τρισχιλίους· τῶν δὲ Ἑλλήνων φασὶν ἀναιρεθῆναι μὲν οὐδένα, τρωθῆναι δʼ ὀλίγους.
58.2 Ἀτρεὺς δὲ μετὰ τὴν Εὐρυσθέως τελευτὴν καταλαβόμενος τὴν ἐν Μυκήναις βασιλείαν, καὶ προσλαβόμενος συμμάχους Τεγεάτας καί τινας ἄλλους, ἀπήντησε τοῖς Ἡρακλείδαις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme