Book 20
91.6
ἀκολούθως δὲ τούτοις καὶ τοὺς γάμους ποιοῦνται προικὸς μὲν καὶ τῆς ἄλλης πολυτελείας ἀφροντιστοῦντες, κάλλους δὲ καὶ τῆς τοῦ σώματος ὑπεροχῆς μόνον φροντίζοντες.
91.7
διόπερ οἱ πλεῖστοι τῶν ἐν ταύταις ταῖς πόλεσι κατοικούντων διαφέρουσι τῶν ἄλλων ἀξιώμασιν. παρὰ δὲ πάντας ὁ βασιλεὺς Σωπείθης περίβλεπτος ὢν ἐπὶ τῷ κάλλει καὶ τῷ μήκει τοὺς τέτταρας πήχεις ὑπεράγων προῆλθε μὲν ἐκ τῆς πόλεως τῆς ἐχούσης τὰ βασίλεια, παραδοὺς δʼ αὑτὸν καὶ τὴν βασιλείαν Ἀλεξάνδρῳ πάλιν ταύτην ἀπέλαβε διὰ τὴν τοῦ κρατοῦντος ἐπιείκειαν.
91.8
ὁ δὲ Σωπείθης μετὰ πολλῆς προθυμίας τὴν μὲν δύναμιν ἅπασαν ἐπί τινας ἡμέρας λαμπρῶς εἱστίασε,
92.1
τῷ δʼ Ἀλεξάνδρῳ πολλὰ καὶ μεγάλα δῶρα παραστήσας κύνας ἔδωκεν ἑκατὸν καὶ πεντήκοντα τοῖς μεγέθεσι καὶ ταῖς ἀλκαῖς καὶ τοῖς ἄλλοις προτερήμασι θαυμαζομένους, οὓς ἔφασαν ταῖς τίγρεσιν ἐπιμεμῖχθαι.
92.2
βουλόμενος δὲ τὸν Ἀλέξανδρον διὰ τῶν ἔργων λαβεῖν πεῖραν τῆς τῶν κυνῶν ἀρετῆς εἰσήγαγεν εἴς τι περίφραγμα λέοντα τέλειον καὶ τῶν δοθέντων κυνῶν δύο τοὺς εὐτελεστάτους προέβαλε τῷ λέοντι· τούτων δὲ κατισχυομένων ὑπὸ τοῦ θηρίου δύο ἑτέρους εἰς2αφῆκεν.
92.3
τῶν δὲ τεττάρων περιγινομένων τοῦ λέοντος πεμφθείς τις ὑπʼ αὐτοῦ μετὰ μαχαίρας ἀφῄρει τὸ δεξιὸν σκέλος ἑνὸς τῶν κυνῶν. τοῦ δὲ βασιλέως ἀναβοήσαντος καὶ τῶν σωματοφυλάκων προσδραμόντων καὶ τῆς τοῦ Ἰνδοῦ χειρὸς ἐπιλαβομένων ὁ μὲν Σωπείθης τρεῖς ἀντὶ τούτου δώσειν ἐπηγγείλατο, ὁ δὲ κυνηγὸς ἐπιλαβόμενος τοῦ σκέλους ἔτεμνεν ἡσυχῇ κατʼ ὀλίγον. ὁ δὲ κύων οὔτε κλαγγὴν οὔτε μυγμὸν προέμενος, ἀλλὰ τοὺς ὀδόντας ἐμπεπρικὼς ἔμενεν ἕως ὅτου γενόμενος ἔξαιμος ἐναπέθανε τῷ θηρίῳ.