Book 20
85.3
ἡ δὲ πέτρα τὸν μὲν περίβολον εἶχε σταδίων ἑκατόν, τὸ δʼ ὕψος ἑκκαίδεκα, τὴν δʼ ἐπιφάνειαν ὁμαλὴν καὶ πάντῃ περιφερῆ· καὶ τὸ μὲν πρὸς μεσημβρίαν μέρος αὐτῆς προσέκλυζεν ὁ Ἰνδὸς ποταμός, μέγιστος ὢν τῶν κατὰ τὴν Ἰνδικήν, τὰ δʼ ἄλλα μέρη περιείχετο φάραγξι βαθείαις καὶ κρημνοῖς ἀπροσίτοις.
85.4
τοῦ δὲ Ἀλεξάνδρου κατασκεψαμένου τὴν δυσχωρίαν καὶ τὴν ἐκ βίας ἅλωσιν ἀπογνόντος ἧκέν τις πρὸς αὐτὸν πρεσβύτης μετὰ δυεῖν υἱῶν.
85.5
οὗτος δʼ ὢν πένης παντελῶς καὶ πολὺν χρόνον ἐντεθραμμένος τοῖς τόποις κατῴκει μὲν ἔν τινι σπηλαίῳ τρεῖς στιβάδας ἔχοντι κατὰ τὴν πέτραν ἐντετμημένας, ἐν αἷς ὁ γέρων μετὰ τῶν υἱῶν ἐναυλιζόμενος ἐμπειρίαν περιεπεποίητο τῶν τόπων. οὗτος οὖν προσελθὼν τῷ βασιλεῖ καὶ τὰ περὶ ἑαυτὸν δηλώσας ἐπηγγείλατο καθηγήσεσθαι διὰ τῆς δυσχωρίας καὶ ποιήσειν αὐτὸν ὑπερδέξιον γενέσθαι τῶν κατειλημμένων τὴν πέτραν βαρβάρων.
85.6
ὁ δὲ Ἀλέξανδρος ἐπαγγειλάμενος μεγάλας δωρεὰς δώσειν καὶ τῷ πρεσβύτῃ χρησάμενος ὁδηγῷ πρῶτον μὲν τὴν πάροδον τὴν εἰς τὴν πέτραν φέρουσαν κατελάβετο καὶ μηδεμιᾶς οὔσης ἄλλης ἐξόδου συνέκλεισε τοὺς βαρβάρους εἰς ἀβοήθητον πολιορκίαν· ἔπειτα τῇ πολυχειρίᾳ χώσας τὴν φάραγγα κατὰ τὴν ῥίζαν τῆς πέτρας, προσελθὼν ἐνεργῆ πολιορκίαν συνεστήσατο, συνεχῶς ἐφʼ ἡμέρας ἑπτὰ καὶ τὰς ἴσας νύκτας ἐκ διαδοχῆς τὰς προσβολὰς ποιούμενος.
85.7
τὸ μὲν οὖν πρῶτον οἱ βάρβαροι διὰ τὰς τῶν τόπων ὑπεροχὰς προετέρουν καὶ πολλοὺς ἀνῄρουν τῶν προπετῶς βιαζομένων· τοῦ δὲ χώματος συντελεσθέντος καὶ τῶν ὀξυβελῶν καταπελτῶν καὶ τῶν ἄλλων ὀργάνων ἐπισταθέντων, πρὸς δὲ τούτοις τοῦ βασιλέως φανεροῦ καθεστῶτος ὡς οὐκ ἀποστήσεται τῆς πολιορκίας οἱ μὲν Ἰνδοὶ κατεπλάγησαν, ὁ δʼ Ἀλέξανδρος ἐμφρόνως προϊδόμενος τὸ μέλλον ἐξέλιπεν τὴν ἐν τῇ παρόδῳ κατειλημμένην φυλακήν, διδοὺς ἔξοδον τοῖς βουλομένοις ἐκ τῆς πέτρας ἀναχωρεῖν. οἱ δὲ βάρβαροι φοβηθέντες τάς τε τῶν Μακεδόνων ἀρετὰς καὶ τὴν τοῦ βασιλέως φιλοτιμίαν νυκτὸς ἐξέλιπον τὴν πέτραν.