Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

84.3 οἱ δὲ μισθοφόροι τὸ μέγεθος τῶν κινδύνων οὐ καταπλαγέντες συνεφράξαντο καὶ τὴν ὅλην τάξιν ποιήσαντες κυκλοτερῆ τά τε τέκνα καὶ τὰς γυναῖκας εἰς μέσον ἀπέλαβον, ὥστε πανταχόθεν τοῖς προσμαχομένοις ἀσφαλῶς ἀντιτάττεσθαι. ἀπονοηθέντων δʼ αὐτῶν καὶ διὰ τὴν τόλμαν καὶ διὰ τὴν ἐν τοῖς ἀγῶσιν ἀρετὴν ἰσχυρὰν μάχην συστησαμένων καὶ τῶν Μακεδόνων φιλοτιμουμένων μὴ λειφθῆναι τῆς τῶν βαρβάρων ἀνδραγαθίας μεγάλην κατάπληξιν εἶχεν ὁ κίνδυνος.
84.4 ἐκ χειρὸς γὰρ τῆς μάχης οὔσης καὶ συμπλεκομένων τῶν ἀγωνιζομένων ἀλλήλοις πολλαὶ καὶ παντοῖαι διαθέσεις θανάτων καὶ τραυμάτων ἐγίνοντο· οἱ γὰρ Μακεδόνες ταῖς σαρίσαις ἀναρρήσσοντες τὰς τῶν βαρβάρων πέλτας τὰς ἀκμὰς τοῦ σιδήρου τοῖς πνεύμοσιν ἐνήρειδον, οἱ δὲ μισθοφόροι τὰς λόγχας ἀκοντίζοντες εἰς ἀθρόους τοὺς πολεμίους οὐχ ἡμάρτανον, σύνεγγυς κειμένου τοῦ σκοποῦ.
84.5 διὸ καὶ πολλῶν μὲν τραυματιζομένων, οὐκ ὀλίγων δὲ τελευτώντων αἱ γυναῖκες τὰ τῶν πεσόντων ὅπλα λαμβάνουσαι συνηγωνίζοντο τοῖς ἀνδράσιν· ἡ γὰρ ὀξύτης τοῦ κινδύνου καὶ τὸ τῆς ἐνεργείας δεινὸν ἠνάγκαζεν αὐτὰς παρὰ φύσιν τρέπεσθαι πρὸς ἀλκήν. διὸ καὶ τινὲς μὲν αὐτῶν καθοπλισθεῖσαι συνήσπιζον τοῖς ἰδίοις ἀνδράσι, τινὲς δὲ ἄνευ ὅπλων ἐμπίπτουσαι τῶν ἀσπίδων ἐπελαμβάνοντο καὶ πολλὰ τοὺς πολεμίους ἐνεπόδιζον.
84.6 τέλος δὲ πάντες μετὰ τῶν γυναικῶν ἀγωνισάμενοι καὶ κατακοπέντες ὑπὸ τοῦ πλήθους τὸν ἔνδοξον θάνατον τῆς ἀγεννοῦς φιλοζωίας ἠλλάξαντο. ὁ δὲ Ἀλέξανδρος τόν τε ἀχρεῖον καὶ ἄνοπλον ὄχλον καὶ τῶν γυναικῶν τὰς ὑπολειφθείσας ἀπάγων τοὺς ἱππεῖς συνεπέστησεν.
85.1 πολλὰς δὲ καὶ ἄλλας πόλεις ἐκπολιορκήσας καὶ τοὺς ἀντιταττομένους ἀνελὼν προῆγεν ἐπὶ τὴν πέτραν τὴν Ἄορνον καλουμένην· εἰς γὰρ ταύτην οἱ περιλειφθέντες τῶν ἐγχωρίων διὰ τὴν ὑπερβολὴν τῆς ὀχυρότητος καταπεφεύγεισαν.
85.2 λέγεται γὰρ τὸ παλαιὸν Ἡρακλέα ταύτην τὴν πέτραν ἐπιβαλόμενον πολιορκεῖν ἀποστῆναι διά τινας ἐπιγενομένους σεισμοὺς μεγάλους καὶ διοσημείας. ὁ δʼ Ἀλέξανδρος πυθόμενος περὶ τούτων ἔτι μᾶλλον παρωξύνθη πολιορκῆσαι τὸ ὀχύρωμα καὶ διαμιλληθῆναι τῇ τοῦ θεοῦ δόξῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme