Book 20
83.6
ὑπακούσαντος δὲ τοῦ Ἐριγυιοῦ καὶ γενομένης μάχης ἡρωικῆς συνέβη νικῆσαι τὸν Ἐριγυιόν. οἱ δὲ βάρβαροι διὰ τὸν τοῦ στρατηγοῦ θάνατον καταπλαγέντες καὶ λαβόντες τὴν ἀσφάλειαν παρέδωκαν ἑαυτοὺς τῷ βασιλεῖ.
83.7
Βῆσσος δʼ ἑαυτὸν ἀναδεδειχὼς βασιλέα τοῖς θεοῖς ἔθυσε καὶ τοὺς φίλους παραλαβὼν εἰς τὴν εὐωχίαν κατὰ τὸν πότον διηνέχθη πρός τινα τῶν ἑταίρων, ὄνομα Βαγωδάραν. τῆς δὲ φιλοτιμίας ἐπὶ πλέον προελθούσης ὁ μὲν Βῆσσος παροξυνθεὶς ἐπεβάλετο τὸν Βαγωδάραν ἀνελεῖν καὶ ὑπὸ τῶν φίλων πεισθεὶς μετενόησεν.
83.8
ὁ δὲ τὸν κίνδυνον ἐκφυγὼν νυκτὸς ἔφυγε πρὸς τὸν Ἀλέξανδρον. τῇ δὲ τούτου σωτηρίᾳ καὶ ταῖς δοθησομέναις ὑπʼ Ἀλεξάνδρου δωρεαῖς προκληθέντες οἱ μέγιστοι τῶν ἡγεμόνων συνεφρόνησαν καὶ συλλαβόντες τὸν Βῆσσον ἀπήγαγον πρὸς τὸν Ἀλέξανδρον.
83.9
ὁ δὲ βασιλεὺς τούτους μὲν ἐτίμησεν ἀξιολόγοις δωρεαῖς, τὸν δὲ Βῆσσον παρέδωκε τῷ ἀδελφῷ τοῦ Δαρείου καὶ τοῖς ἄλλοις συγγενέσιν εἰς τιμωρίαν. οἱ δὲ πᾶσαν ὕβριν καὶ αἰκίαν προσενεγκάμενοι καὶ τὸ σῶμα κατὰ λεπτὸν συγκόψαντες τὰ μέλη διεσφενδόνησαν.
84.1
ἐπὶ δὲ τούτοις γενομένων τῶν ὅρκων ἡ μὲν βασίλισσα τὴν μεγαλοψυχίαν τοῦ Ἀλεξάνδρου θαυμάσασα δῶρά τε κράτιστα ἐξέπεμψε καὶ πᾶν τὸ προσταττόμενον ποιήσειν ἐπηγγείλατο. οἱ δὲ μισθοφόροι παραχρῆμα κατὰ τὰς ὁμολογίας ἐκ τῆς πόλεως ἀπελθόντες καὶ σταδίους ὀγδοήκοντα προελθόντες ἀνεπικωλύτως κατεστρατοπέδευσαν, οὐδεμίαν ἔννοιαν λαμβάνοντες τοῦ μέλλοντος.
84.2
ὁ δʼ Ἀλέξανδρος ἀμετάθετον ἔχων τὴν πρὸς τοὺς μισθοφόρους ἀλλοτριότητα διεσκευασμένην ἔχων τὴν δύναμιν ἐπηκολούθησε τοῖς βαρβάροις καὶ προσπεσὼν αὐτοῖς ἄφνω πολὺν ἐποίει φόνον. οἱ δὲ μισθοφόροι τὸ μὲν πρῶτον ἐβόων παρὰ τοὺς ὅρκους αὑτοὺς πολεμεῖσθαι καὶ τοὺς ἀσεβουμένους ὑπʼ αὐτοῦ θεοὺς ἐπεκαλοῦντο· ὁ δʼ Ἀλέξανδρος μεγάλῃ τῇ φωνῇ πρὸς αὐτοὺς ἀνεβόησεν ὅτι συνεχώρησεν αὐτοῖς ἐκ τῆς πόλεως ἀπελθεῖν, οὐ φίλους εἶναι διὰ παντὸς Μακεδόνων.