Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

82.7 διὸ δὴ πολλοὶ τῶν στρατιωτῶν καὶ τῶν ἐκτὸς τῆς τάξεως συνακολουθούντων ἐξαδυνατοῦντες ἀπελείποντο· ἔνιοι δὲ διὰ τὴν τῆς χιόνος ἀνταύγειαν καὶ σκληρότητα τῆς ἀναβαλλομένης ἀνακλάσεως ἐφθείροντο τὴν ὅρασιν.
82.8 σαφὲς δʼ οὐδὲν ἐκ διαστήματος ἦν ἰδεῖν, ἀλλὰ μόνῳ τῷ καπνῷ δηλουμένων τῶν κωμῶν ἐλάμβανον οἱ Μακεδόνες οὗ κατοικοῦσιν ἐφιστάμενοι. τούτῳ δὲ τῷ τρόπῳ τῶν κωμῶν ἁλισκομένων, καὶ τῶν στρατιωτῶν τῷ πλήθει τῆς ὠφελείας διορθουμένων τὴν κακοπάθειαν ταχὺ πάντων τῶν ἐγχωρίων ὁ βασιλεὺς ἐκυρίευσεν.
83.1 μετὰ δὲ ταῦτα παρελθὼν πλησίον τοῦ Καυκάσου κατεστρατοπέδευσεν, ὅ τινες Παροπάνισον ὄρος προσαγορεύουσι. τὸ δʼ ὄρος τοῦτο κατὰ πλάτος διελθὼν ἐν ἡμέραις ἑκκαίδεκα πόλιν ἔκτισε κατὰ τὴν εἰσβολὴν τὴν φέρουσαν εἰς τὴν Ἰνδικήν, ἣν ὠνόμασεν Ἀλεξάνδρειαν. κατὰ δὲ μέσον τὸν Καύκασον ἔστι πέτρα δέκα σταδίων ἔχουσα τὴν περίμετρον, τεττάρων δὲ σταδίων τὸ ὕψος, ἐν ᾗ καὶ τὸ Προμηθέως σπήλαιον ἐδείκνυθʼ ὑπὸ τῶν ἐγχωρίων καὶ ἡ τοῦ μυθολογηθέντος ἀετοῦ κοίτη καὶ τὰ τῶν δεσμῶν σημεῖα.
83.2 ὁ δʼ Ἀλέξανδρος καὶ ἄλλας πόλεις ἔκτισεν, ἡμέρας ὁδὸν ἀπέχουσας τῆς Ἀλεξανδρείας. κατῴκισε δʼ εἰς ταύτας τῶν μὲν βαρβάρων ἑπτακισχιλίους, τῶν δʼ ἐκτὸς τάξεως συνακολουθούντων τρισχιλίους καὶ τῶν μισθοφόρων τοὺς βουλομένους.
83.3 αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν προῆγεν εἰς τὴν Βακτριανήν, ἀκούων τὸν Βῆσσον διάδημά τε ἀνειληφέναι καὶ δυνάμεις ἀθροίζειν. καὶ τὰ μὲν περὶ Ἀλέξανδρον ἐν τούτοις ἦν.
83.4 οἱ δʼ εἰς τὴν Ἀρίαν ἀπεσταλμένοι στρατηγοὶ καταλαβόντες τοὺς ἀφεστηκότας δυνάμεις ἀξιολόγους ἠθροικότας καὶ στρατηγὸν ἔχοντας Σατιβαρζάνην, ἄνδρα στρατηγικὸν καὶ ἀνδρείᾳ διαφέροντα, κατεστρατοπέδευσαν πλησίον τῶν πολεμίων. γινομένων δὲ πολλάκις ἀκροβολισμῶν μέχρι μέν τινος μάχαι κατʼ ὀλίγους ἐγίνοντο,
83.5 μετὰ δὲ ταῦτα παρατάξεως γενομένης καὶ τῶν βαρβάρων ἰσόμαχον ποιούντων τὸν κίνδυνον ὁ τῶν ἀποστατῶν στρατηγὸς Σατιβαρζάνης, ἀφελὼν ταῖς χερσὶ τὸ περὶ τὴν κεφαλὴν κράνος καὶ δείξας αὑτὸν ὃς ἦν, προεκαλέσατο τὸν βουλόμενον τῶν στρατηγῶν μονομαχῆσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme