Book 20
37.1
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Χαρίνου Ῥωμαῖοι μὲν τὴν ὕπατον ἀρχὴν παρέδοσαν Ποπλίῳ Δεκίῳ καὶ Κοΐντῳ Φαβίῳ, παρὰ δὲ τοῖς Ἠλείοις ὀλυμπιὰς ἤχθη ὀγδόη πρὸς ταῖς ἑκατὸν δέκα, καθʼ ἣν ἐνίκα στάσιον Ἀπολλωνίδης Τεγεάτης. κατὰ δὲ τούτους τοὺς χρόνους Πτολεμαῖος μὲν ἐκ τῆς Μύνδου πλεύσας ἁδρῷ στόλῳ διὰ νήσων ἐν παράπλῳ τὴν Ἄνδρον ἠλευθέρωσε καὶ τὴν φρουρὰν ἐξήγαγε. κομισθεὶς δʼ ἐπὶ τὸν Ἰσθμὸν Σικυῶνα καὶ Κόρινθον παρέλαβεν παρὰ Κρατησιπόλεως. τὰς δὲ αἰτίας διʼ ἃς ἐκυρίευσε πόλεων ἐπιφανῶν προδεδηλωκότες ἐν ταῖς πρὸ ταύτης βίβλοις τὸ διλογεῖν ὑπὲρ τῶν αὐτῶν παρήσομεν.
37.2
ἐπεβάλετο μὲν οὖν καὶ τὰς ἄλλας Ἑλληνίδας πόλεις Πτολεμαῖος ἐλευθεροῦν, μεγάλην προσθήκην ἡγούμενος ἔσεσθαι τοῖς ἰδίοις πράγμασι τὴν τῶν Ἑλλήνων εὔνοιαν· ἐπεὶ δὲ οἱ Πελοποννήσιοι συνταξάμενοι χορηγήσειν σῖτον καὶ χρήματα τῶν ὡμολογημένων οὐδὲν συνετέλουν, ἀγανακτήσας ὁ δυνάστης πρὸς μὲν Κάσανδρον εἰρήνην ἐποιήσατο, καθʼ ἣν ἑκατέρους ἔδει κυριεύειν τῶν πόλεων ὧν εἶχον, τὴν δὲ Σικυῶνα καὶ Κόρινθον ἀσφαλισάμενος φρουρᾷ διῆρεν εἰς τὴν Αἴγυπτον.
37.3
ἅμα δὲ τούτοις πραττομένοις Κλεοπάτρα τῷ μὲν Ἀντιγόνῳ προσκόπτουσα, τῇ δʼ αἱρέσει πρὸς τὸν Πτολεμαῖον ἀποκλίνουσα προῆγεν ἐκ Σάρδεων, ὡς διακομισθησομένη πρὸς ἐκεῖνον. ἦν δὲ ἀδελφὴ μὲν Ἀλεξάνδρου τοῦ Πέρσας καταπολεμήσαντος, θυγάτηρ δὲ Φιλίππου τοῦ Ἀμύντου, γυνὴ δὲ γεγενημένη τοῦ εἰς Ἰταλίαν στρατεύσαντος Ἀλεξάνδρου.