Book 20
36.3
περιαλγὴς δὲ γενόμενος ἐπὶ τῷ πάθει πάλιν ἐκ τῆς Καλυδῶνος ἑκουσίως ἔφυγε μετὰ τῆς γυναικὸς Δηιανείρας καὶ Ὕλλου τοῦ ἐκ ταύτης, παιδὸς ὄντος τὴν ἡλικίαν. ἐπεὶ δὲ πορευόμενος ἦλθε πρὸς τὸν Εὐηνὸν ποταμὸν, κατέλαβε Νέσσον τὸν Κένταυρον μισθοῦ διαβιβάζοντα τὸν ποταμόν.
36.4
οὗτος δὲ πρώτην διαβιβάσας τὴν Δηιάνειραν, καὶ διὰ τὸ κάλλος ἐρασθείς, ἐπεχείρησε βιάσασθαι ταύτην. ἐπιβοωμένης δʼ αὐτῆς τὸν ἄνδρα, ὁ μὲν Ἡρακλῆς ἐτόξευσε τὸν Κένταυρον, ὁ δὲ Νέσσος μεταξὺ μισγόμενος, καὶ διὰ τὴν ὀξύτητα τῆς πληγῆς εὐθὺς ἀποθνήσκων, ἔφησε τῇ Δηιανείρᾳ δώσειν φίλτρον, ὅπως μηδεμιᾷ τῶν ἄλλων γυναικῶν Ἡρακλῆς θελήσῃ πλησιάσαι.
36.5
παρεκελεύσατο οὖν λαβοῦσαν τὸν ἐξ αὑτοῦ πεσόντα γόνον, καὶ τούτῳ προσμίξασαν ἔλαιον καὶ τὸ ἀπὸ τῆς ἀκίδος ἀποστάζον αἷμα, χρῖσαι τὸν χιτῶνα τοῦ Ἡρακλέους. οὗτος μὲν οὖν ταύτην τὴν ὑποθήκην δοὺς τῇ Δηιανείρᾳ παραχρῆμα ἐξέπνευσεν. ἡ δὲ κατὰ τὴν γενομένην ὑπὸ τοῦ Νέσσου παραγγελίαν εἰς ἄγγος ἀναλαβοῦσα τὸν γόνον, καὶ τὴν ἀκίδα βάψασα, λάθρᾳ τοῦ Ἡρακλέους ἐφύλαττεν. ὁ δὲ διαβὰς τὸν ποταμὸν κατήντησε πρὸς Κήυκα τὸν τῆς Τραχῖνος βασιλέα, καὶ μετὰ τούτου κατῴκησεν, ἔχων τοὺς ἀεὶ συστρατεύοντας τῶν Ἀρκάδων.
37.1
μετὰ δὲ ταῦτα Φύλαντος τοῦ Δρυόπων βασιλέως δόξαντος εἰς τὸ ἐν Δελφοῖς ἱερὸν παρανενομηκέναι, στρατεύσας μετὰ Μηλιέων τόν τε βασιλέα τῶν Δρυόπων ἀνεῖλε καὶ τοὺς ἄλλους ἐκ τῆς χώρας ἐξαναστήσας Μηλιεῦσι παρέδωκε τὴν χώραν· τὴν δὲ Φύλαντος θυγατέρα λαβὼν αἰχμάλωτον καὶ μιγεὶς αὐτῇ υἱὸν Ἀντίοχον ἐγέννησεν. ἐτέκνωσε δὲ καὶ ἐκ τῆς Δηιανείρας νεωτέρους τοῦ Ὕλλου υἱοὺς δύο,