Book 20
79.3
παρελθὼν οὖν ἐπὶ τὴν αὐτὴν καὶ συντυχὼν Φιλώτᾳ καὶ διαλεχθεὶς παρεκελεύετο τὴν ταχίστην ἀπαγγεῖλαι τῷ βασιλεῖ τὴν πρᾶξιν. ὁ δὲ Φιλώτας εἴτε καὶ διὰ τὸ κοινωνεῖν τῆς ἐπιβουλῆς εἴτε καὶ διὰ ῥᾳθυμίαν τὸν ῥηθέντα λόγον ἀργῶς ἐδέξατο καὶ παρελθὼν πρὸς τὸν Ἀλέξανδρον καὶ πολλῆς καὶ παντοδαπῆς κοινολογίας μετασχὼν οὐδὲν τῶν ὑπὸ Κεβαλίνου ῥηθέντων ἀπήγγειλεν.
79.4
ἐξελθὼν δὲ πρὸς τὸν Κεβαλῖνον εἶπεν ὅτι καιρὸν ἐπιτήδειον οὐκ ἔσχε διασαφῆσαι, ἐπηγγέλλετο δὲ τῇ ὑστεραίᾳ συντεύξεσθαι μόνῳ τῷ βασιλεῖ καὶ πάντα δηλώσειν τὰ ῥηθέντα. τὸ δὲ αὐτὸ πράξαντος τοῦ Φιλώτου καὶ τῇ ὑστεραίᾳ ὁ Κεβαλῖνος, εὐλαβηθεὶς μὴ διʼ ἑτέρου μηνύσεως γενομένης αὐτὸς κινδυνεύσῃ, τὸν μὲν Φιλώταν παρέπεμψε, τῶν τὲ βασιλικῶν τινι παίδων προσελθὼν καὶ τὰ κατὰ μέρος ἀπαγγείλας ἠξίωσε τὴν ταχίστην ἀπαγγεῖλαι τῷ βασιλεῖ.
79.5
ὁ δὲ τὸν μὲν Κεβαλῖνον εἰς τὴν ὁπλοθήκην εἰσαγαγὼν ἀπέκρυψεν, αὐτὸς δὲ τῷ βασιλεῖ μεταξὺ λουομένῳ προσελθὼν ἀπήγγειλε τὰ ῥηθέντα καὶ διότι τὸν Κεβαλῖνον παρʼ ἑαυτῷ φυλάττει. ὁ δὲ βασιλεὺς καταπλαγεὶς εὐθὺς τόν τε Δίμνον συνέλαβε καὶ μαθὼν ἅπαντα μετεπέμψατο τόν τε Κεβαλῖνον καὶ τὸν Φιλώταν.
79.6
ἀνακρινομένων δʼ ἁπάντων καὶ τῆς πράξεως ἐξεταζομένης ὁ μὲν Δίμνος ἑαυτὸν κατέσφαξε, τοῦ δὲ Φιλώτου ῥᾳθυμίαν μὲν ἑαυτοῦ προσομολογήσαντος, τὴν δʼ ἐπιβουλὴν ἀπαρνουμένου τὴν κρίσιν ὑπὲρ τούτου τοῖς Μακεδόσιν ἐπέτρεψεν.
80.1
πολλῶν δὲ ῥηθέντων λόγων οἱ Μακεδόνες κατέγνωσαν τοῦ Φιλώτου καὶ τῶν συγκαταιτιαθέντων θάνατον· ἐν οἷς ὑπῆρχε Παρμενίων ὁ πρῶτος εἶναι δοκῶν τῶν Ἀλεξάνδρου φίλων, τότε δὲ οὐ παρών, ἀλλὰ δόξας διὰ τοῦ ἰδίου υἱοῦ Φιλώτου πεποιῆσθαι τὴν ἐπιβουλήν.
80.2
ὁ μὲν οὖν Φιλώτας, βασανισθεὶς πρότερον καὶ ὁμολογήσας τὴν ἐπιβουλήν, κατὰ τὸ τῶν Μακεδόνων ἔθος μετὰ τῶν συγκαταγνωσθέντων ἐθανατώθη. ὁμοίως δὲ τούτῳ καὶ ὁ Λυγκιστὴς Ἀλέξανδρος, αἰτίαν ἔχων ἐπιβεβουλευκέναι τῷ βασιλεῖ, τριετῆ μὲν χρόνον ἐν φυλακῇ τηρούμενος διετέλεσε, διὰ τὴν πρὸς Ἀντίγονον οἰκειότητα τετευχὼς ἀναβολῆς, τότε δʼ εἰς τὴν τῶν Μακεδόνων κρίσιν παραχθεὶς καὶ κατὰ τὴν ἀπολογίαν ἀπορηθεὶς λόγων ἐθανατώθη.