Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

67.3 διαβὰς δὲ τὸν Τίγριν προῆγεν ἐπὶ τὴν Οὐξίων χώραν,οὖσαν πάμφορον καὶ δαψιλέσιν ὕδασι διαρρεομένην καὶ πολλοὺς καὶ παντοδαποὺς ἐκφέρουσαν καρπούς· διὸ καὶ τῆς ὡρίμου ξηραινομένης ὀπώρας παντοδαπὰ πλάσματα χρήσιμα πρὸς ἀπόλαυσιν οἱ τὸν Τίγριν πλέοντες ἔμποροι κατάγουσιν εἰς τὴν Βαβυλωνίαν.
67.4 καταλαβὼν δὲ τὰς παρόδους φυλαττομένας ὑπὸ Μαδέτου, συγγενοῦς μὲν ὄντος Δαρείου, δύναμιν δὲ ἔχοντος ἀξιόλογον, κατεσκέψατο τὴν ὀχυρότητα τῶν τόπων. ἀπαροδεύτων δʼ ὄντων κρημνῶν τῶν ἐγχωρίων τις ἀνήρ, Οὔξιος μὲν τὸ γένος, ἔμπειρος δὲ τῶν τόπων, ἐπηγγείλατο τῷ βασιλεῖ διά τινος στενῆς ἀτραποῦ καὶ παραβόλου ἄξειν τοὺς στρατιώτας, ὥστε ὑπερδεξίους γενέσθαι τῶν πολεμίων.
67.5 ὁ δʼ Ἀλέξανδρος προσδεξάμενος τοὺς λόγους τούτῳ μὲν συναπέστειλε τοὺς ἱκανοὺς στρατιώτας, αὐτὸς δὲ τὴν δίοδον κατασκευάσας ἐφʼ ὧν ἦν ἐνδεχόμενον ἐκ διαδοχῆς προσέβαλε τοῖς ἐπὶ τῶν παρόδων ἐφεστηκόσιν. ἐνεργῶς δὲ τοῦ κινδύνου συνεστῶτος καὶ τῶν βαρβάρων περισπωμένων περὶ τὸν ἀγῶνα παραδόξως οἱ πεμφθέντες ἐφάνησαν ὑπερδέξιοι τοῖς τὴν πάροδον φυλάττουσι. καταπλαγέντων δὲ τῶν βαρβάρων καὶ πρὸς φυγὴν ὁρμησάντων ἐγκρατὴς ἐγένετο τῆς διεξόδου καὶ ταχέως πασῶν τῶν κατὰ τὴν Οὐξιανὴν πόλεων.
68.1 ἐντεῦθεν δʼ ἀναζεύξας προῆγεν ἐπὶ τὴν Περσίδα καὶ πεμπταῖος ἧκεν ἐπὶ τὰς Σουσιάδας καλουμένας πέτρας. ταύτας δὲ προκατειληφὼς ἦν ὁ Ἀριοβαρζάνης μετὰ στρατιωτῶν πεζῶν μὲν δισμυρίων καὶ πεντακισχιλίων, ἱππέων δὲ τριακοσίων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme