Book 20
59.4
συνηγωνίζοντο δὲ τούτοις οἵ τε περὶ τὰ βασίλεια διατρίβοντες καὶ τῶν Ἰνδῶν οἱ κράτιστοι κατʼ ἀνδρείαν. οὗτοι μὲν οὖν μετὰ πολλῆς βοῆς ἐπιρράξαντες τοῖς πολεμίοις ἐκθύμως ἠγωνίζοντο καὶ τῷ πλήθει κατεπόνουν τοὺς Μακεδόνας·
59.5
Μαζαῖος δὲ τὸ δεξιὸν ἔχων κέρας καὶ μετὰ τῶν ἀρίστων ἱππέων διαγωνιζόμενος εὐθὺς κατὰ τὴν πρώτην ἔφοδον τῶν ἀνθεστώτων ἀνεῖλεν οὐκ ὀλίγους, δισχιλίους δὲ Καδουσίους καὶ χιλίους τῶν Σκυθῶν ἱππεῖς ἐπιλέκτους ἐξέπεμψε, προστάξας περιιππεῦσαι τὸ κέρας τὸ τῶν πολεμίων καὶ προσελάσαντας τῇ παρεμβολῇ τῆς ἀποσκευῆς κυριεῦσαι.
59.6
ὧν ὀξέως ποιησάντων τὸ προσταχθὲν καὶ παρεισπεσόντων εἰς τὴν στρατοπεδείαν τῶν Μακεδόνων τῶν αἰχμαλώτων τινὲς ἁρπάσαντες ὅπλα συνήργουν τοῖς Σκύθαις καὶ διήρπαζον τὰς ἀποσκευάς· βοὴ δʼ ἦν καὶ ταραχὴ διὰ τὸ παράδοξον καθʼ ὅλην τὴν παρεμβολήν.
59.7
αἱ μὲν οὖν ἄλλαι τῶν αἰχμαλωτίδων πρὸς τοὺς βαρβάρους ἀπεχώρουν, ἡ δὲ μήτηρ τοῦ Δαρείου Σισύγγαμβρις παρακαλουσῶν αὐτὴν τῶν αἰχμαλωτίδων οὐ προσέσχεν, ἀλλʼ ἐφʼ ἡσυχίας ἔμεινε φιλοφρόνως, οὔτε τῷ παραδόξῳ τῆς τύχης πιστεύσασα οὔτε τὴν πρὸς Ἀλέξανδρον εὐχαριστίαν λυμαινομένη.
59.8
τέλος δὲ οἱ Σκύθαι πολλὴν τῆς ἀποσκευῆς διαρπάσαντες ἀφίππευσαν πρὸς τοὺς περὶ Μαζαῖον καὶ τὴν εὐημερίαν ἀπήγγειλαν. ὁμοίως δὲ καὶ τῶν περὶ Δαρεῖον τεταγμένων ἱππέων τινὲς καταπονήσαντες τῷ πλήθει τοὺς ἀνθεστῶτας Μακεδόνας φεύγειν ἠνάγκασαν.
60.1
δευτέρου δὲ προτερήματος τοῖς Πέρσαις γενομένου ὁ μὲν Ἀλέξανδρος σπεύδων διʼ ἑαυτοῦ τὴν ἧτταν διορθώσασθαι τῶν ἰδίων μετὰ τῆς βασιλικῆς εἴλης καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἱππέων ἐπʼ αὐτὸν ἤλαυνε τὸν Δαρεῖον.
60.2
ὁ δὲ τῶν Περσῶν βασιλεὺς δεξάμενος τὴν ἐπιφορὰν τῶν πολεμίων αὐτὸς μὲν ἐφʼ ἅρματος ἀγωνιζόμενος ἠκόντιζεν εἰς τοὺς ἐπιφερομένους, πολλῶν δʼ αὐτῷ συναγωνιζομένων καὶ τῶν βασιλέων ἐπʼ ἀλλήλους ἱεμένων ὁ μὲν Ἀλέξανδρος ἀκοντίσας ἐπὶ τὸν Δαρεῖον τούτου μὲν ἥμαρτεν, τοῦ δὲ παρεστῶτος ἡνιόχου τοῦ βασιλέως κατατυχὼν κατέβαλεν.