Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

53.4 ἔσπευδε γὰρ περὶ τὴν Νίνον ποιήσασθαι τὴν παράταξιν, εὐθετωτάτων ὄντων τῶν περὶ αὐτὴν πεδίων καὶ πολλὴν εὐρυχωρίαν παρεχομένων τῷ μεγέθει τῶν ἠθροισμένων ὑπʼ αὐτοῦ δυνάμεων. καταστρατοπεδεύσας δὲ περὶ κώμην τὴν ὀνομαζομένην Ἄρβηλα τὰς δυνάμεις ἐνταῦθα καθʼ ἡμέραν ἐξέταττε καὶ τῇ συνεχεῖ διατάξει καὶ μελέτῃ κατεσκεύασεν εὐπειθεῖς· σφόδρα γὰρ ἠγωνία μήποτε πολλῶν καὶ ἀσυμφώνων ἐθνῶν ἠθροισμένων ταῖς διαλέκτοις ταραχή τις γένηται κατὰ τὴν παράταξιν.
54.1 περὶ δὲ διαλύσεως καὶ πρότερον μὲν ἐξέπεμψε πρεσβευτὰς πρὸς Ἀλέξανδρον, ἐκχωρῶν αὐτῷ τῆς ἐντὸς Ἅλυος ποταμοῦ χώρας, καὶ προσεπηγγέλλετο δώσειν ἀργυρίου τάλαντα δισμύρια.
54.2 ὡς δʼ οὐ προσεῖχεν αὐτῷ, πάλιν ἐξέπεμψεν ἄλλους πρέσβεις, ἐπαινῶν μὲν αὐτὸν ἐπὶ τῷ καλῶς κεχρῆσθαι τῇ τε μητρὶ καὶ τοῖς ἄλλοις αἰχμαλώτοις, ἀξιῶν δὲ φίλον γενέσθαι καὶ λαβεῖν τὴν ἐντὸς Εὐφράτου χώραν καὶ τάλαντʼ ἀργυρίου τρισμύρια καὶ τὴν ἑτέραν τῶν ἑαυτοῦ θυγατέρων γυναῖκα, καθόλου δὲ γενόμενον γαμβρὸν καὶ τάξιν υἱοῦ λαβόντα καθάπερ κοινωνὸν γενέσθαι τῆς ὅλης βασιλείας.
54.3 ὁ δʼ Ἀλέξανδρος εἰς τὸ συνέδριον παραλαβὼν πάντας τοὺς φίλους καὶ περὶ τῶν προτιθεμένων αἱρέσεων ἀνακοινωσάμενος ἠξίου τὴν ἰδίαν γνώμην ἕκαστον μετὰ παρρησίας ἀποφήνασθαι.
54.4 τῶν μὲν οὖν ἄλλων οὐδεὶς ἐτόλμα συμβουλεῦσαι διὰ τὸ μέγεθος τῆς ὑποκειμένης ζητήσεως, Παρμενίων δὲ πρῶτος εἶπεν, ἐγὼ μὲν ὢν Ἀλέξανδρος ἔλαβον ἂν τὰ διδόμενα καὶ τὴν σύνθεσιν ἐποιησάμην.
54.5 ὁ δʼ Ἀλέξανδρος ὑπολαβὼν εἶπεν, κἀγὼ εἰ Παρμενίων ἦν ἔλαβον ἄν. καθόλου δὲ καὶ ἄλλοις μεγαλοψύχοις λόγοις χρησάμενος καὶ τοὺς μὲν λόγους τῶν Περσῶν ἀποδοκιμάσας, προτιμήσας δὲ τὴν εὐδοξίαν τῶν προτεινομένων δωρεῶν τοῖς μὲν πρέσβεσιν ἀπόκρισιν ἔδωκεν ὡς οὔθʼ ὁ κόσμος δυεῖν ἡλίων ὄντων τηρῆσαι δύναιτʼ ἂν τὴν ἰδίαν διακόσμησίν τε καὶ τάξιν οὔθʼ ἡ οἰκουμένη δύο βασιλέων ἐχόντων τὴν ἡγεμονίαν ἀταράχως καὶ ἀστασιάστως διαμένειν ἂν δύναιτο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme