Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

48.6 οἱ μὲν γὰρ πόλεις ἐπικαίρους καταλαμβανόμενοι διεφύλαττον ταύτας τῷ Δαρείῳ, οἱ δʼ ἔθνη προσαγόμενοι καὶ δυνάμεις περὶ αὑτοὺς παρασκευαζόμενοι τὰς ἁρμοζούσας χρείας τοῖς ὑποκειμένοις καιροῖς παρείχοντο. οἱ δὲ σύνεδροι τῶν Ἑλλήνων ἐψηφίσαντο πέμψαι πρέσβεις πεντεκαίδεκα στέφανον φέροντας χρυσοῦν παρὰ τῆς Ἑλλάδος ἀριστεῖον Ἀλεξάνδρῳ καὶ συνησθησομένους τῇ κατὰ Κιλικίαν νίκῃ.
48.7 Ἀλέξανδρος δὲ στρατεύσας ἐπὶ Γάζαν φρουρουμένην ὑπὸ Περσῶν καὶ δίμηνον προσεδρεύσας εἷλε κατὰ κράτος τὴν πόλιν.
49.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀριστοφάνους ἐν Ῥώμῃ κατεστάθησαν ὕπατοι Σπούριος Ποστόμιος καὶ Τῖτος Οὐετούριος. ἐπὶ δὲ τούτων Ἀλέξανδρος ὁ βασιλεὺς τὰ περὶ τὴν Γάζαν διοικήσας Ἀμύνταν μὲν μετὰ δέκα νεῶν εἰς Μακεδονίαν ἐξέπεμψε, προστάξας τῶν νέων τοὺς εὐθέτους ἐπιλέξαι πρὸς στρατείαν, αὐτὸς δὲ μετὰ πάσης τῆς δυνάμεως παρῆλθεν εἰς Αἴγυπτον καὶ παρέλαβε πάσας τὰς ἐν αὐτῇ πόλεις χωρὶς κινδύνων·
49.2 οἱ γὰρ Αἰγύπτιοι τῶν Περσῶν ἠσεβηκότων εἰς τὰ ἱερὰ καὶ βιαίως ἀρχόντων ἄσμενοι προσεδέξαντο τοὺς Μακεδόνας. καταστήσας δὲ τὰ κατὰ τὴν Αἴγυπτον προῆλθεν εἰς Ἄμμωνος, βουλόμενος χρήσασθαι τῷ θεῷ. κατὰ μέσην δὲ τὴν ὁδὸν ἀπήντησαν αὐτῷ πρέσβεις παρὰ Κυρηναίων στέφανον κομίζοντες καὶ μεγαλοπρεπῆ δῶρα, ἐν οἷς ἦγον ἵππους τε πολεμιστὰς τριακοσίους καὶ πέντε τέθριππα τὰ κράτιστα.
49.3 ὁ δὲ τούτους μὲν ἀποδεξάμενος φιλίαν καὶ συμμαχίαν συνέθετο πρὸς αὐτούς, αὐτὸς δὲ μετὰ τῶν συναποδημούντων προῆγεν ἐπὶ τὸ ἱερόν· καὶ διανύσας ἐπὶ τὴν ἔρημον καὶ ἄνυδρον, ὑδρευσάμενος διῄει τὴν χώραν ἔχουσαν ἄμμου μέγεθος ἀέριον. ἐν ἡμέραις δὲ τέσσαρσιν ἐξαναλωθέντων τῶν κομιζομένων ὑδάτων εἰς δεινὴν σπάνιν παρεγένοντο.
49.4 εἰς ἀθυμίαν οὖν πάντων ἐμπεσόντων ἄφνω πολὺς ὄμβρος ἐξ οὐρανοῦ κατερράγη, τὴν ὑπάρχουσαν τῶν ὑγρῶν ἔνδειαν παραδόξως διωρθούμενος· διὸ καὶ τὸ συμβὰν ἔδοξεν ἀνελπίστως σωθεῖσι θεῶν προνοίᾳ γεγονέναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme