Book 20
23.4
μετὰ δὲ τὴν ἅλωσιν τῆς Μιλήτου τὸ πλῆθος τῶν Περσῶν καὶ τῶν μισθοφόρων, ἔτι δʼ οἱ πρακτικώτατοι τῶν ἡγεμόνων συνέδραμον εἰς τὴν Ἁλικαρνασσόν. αὕτη δὲ ἡ πόλις μεγίστη τῶν κατὰ τὴν Καρίαν ἦν, βασίλεια μὲν ἐσχηκυῖα τὰ Καρῶν, ἀκροπόλεσι δὲ καλῶς κεκοσμημένη.
23.5
κατὰ δὲ τὸν αὐτὸν καιρὸν Μέμνων μὲν τήν τε γυναῖκα καὶ τὰ τέκνα πρὸς Δαρεῖον ἔπεμψε καὶ τούτῳ παραθέμενος ἅμα μὲν ὑπέλαβε τῆς ἀσφαλείας αὐτῶν καλῶς πεπρονοῆσθαι, ἅμα δὲ τὸν βασιλέα καλοὺς ὁμήρους ἔχοντα προθυμότερον ἐμπιστεύσειν αὐτῷ τὴν τῶν ὅλων ἡγεμονίαν· ὅπερ καὶ συνέβη γενέσθαι.
23.6
εὐθὺς γὰρ ὁ Δαρεῖος ἔπεμψεν ἐπιστολὰς πρὸς τοὺς κατὰ θάλατταν οἰκοῦντας, προστάττων ἅπαντας ὑπακούειν τῷ Μέμνονι. διόπερ οὗτος παραλαβὼν τὴν τῶν ὅλων ἡγεμονίαν παρεσκευάζετο πάντα τὰ χρήσιμα πρὸς πολιορκίαν ἐν τῇ πόλει τῶν Ἁλικαρνασσέων.
24.1
ὁ δὲ βασιλεὺς Ἀλέξανδρος τὰ μὲν πολιορκητικὰ τῶν ὀργάνων καὶ σῖτον κατὰ θάλατταν ἐκόμισεν ἐπὶ τὴν Ἁλικαρνασσόν, αὐτὸς δὲ μετὰ πάσης τῆς δυνάμεως προῆγεν ἐπὶ Καρίας καὶ τὰς ἐν τῇ παρόδῳ πόλεις προσήγετο ταῖς φιλανθρωπίαις· μάλιστα δʼ εὐεργέτει τὰς Ἑλληνίδας πόλεις, ποιῶν αὐτὰς αὐτονόμους καὶ ἀφορολογήτους, προσεπιλέγων ὅτι τῆς τῶν Ἑλλήνων ἐλευθερώσεως ἕνεκα τὸν πρὸς Πέρσας πόλεμον ἐπανῄρηται.
24.2
ὄντι δʼ αὐτῷ κατὰ τὴν ὁδοιπορίαν ἀπήντησέν τι γύναιον, ὄνομα μὲν Ἄδα, γένει δὲ προσήκουσα τῇ Καρῶν ἀρχῇ. ἐντυχούσης δʼ αὐτῆς περὶ τῆς προγονικῆς δυναστείας καὶ δεηθείσης βοηθῆσαι ταύτην μὲν ἐκέλευσε παραλαβεῖν τὴν τῆς Καρίας ἀρχήν, τοὺς δὲ Κᾶρας ἰδίους ἐποιήσατο ταῖς εὐνοίαις διὰ τὴν τῆς γυναικὸς ταύτης εὐεργεσίαν·
24.3
εὐθὺς γὰρ αἱ πόλεις ἅπασαι πρεσβείας ἀποστέλλουσαι χρυσοῖς στεφάνοις ἐτίμησαν τὸν βασιλέα καὶ πάντα συμπράττειν ἐπηγγείλαντο. ὁ δὲ Ἀλέξανδρος πλησίον τῆς πόλεως στρατοπεδεύσας συνεστήσατο πολιορκίαν ἐνεργὸν καὶ καταπληκτικήν.