Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

95.3 φασὶ δὲ καὶ αὐτὸν τὸν Φίλιππον σεμνύνεσθαι μᾶλλον ἐπὶ τῇ στρατηγικῇ συνέσει καὶ τοῖς διὰ τῆς ὁμιλίας ἐπιτεύγμασιν ἤπερ ἐπὶ τῇ κατὰ τὰς μάχας ἀνδρείᾳ·
95.4 τῶν μὲν γὰρ κατὰ τοὺς ἀγῶνας κατορθωμάτων μετέχειν ἅπαντας τοὺς στρατευομένους, τῶν δὲ διὰ τῆς ὁμιλίας γινομένων ἐπιτευγμάτων αὐτὸν μόνον λαμβάνειν τὴν ἐπιγραφήν.
95.5 ἡμεῖς δʼ ἐπειδὴ πάρεσμεν ἐπὶ τὴν Φιλίππου τελευτήν, ταύτην μὲν τὴν βίβλον αὐτοῦ περιγράψομεν κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν, τῆς δʼ ἐχομένης ἀρχὴν τὴν Ἀλεξάνδρου παράληψιν τῆς βασιλείας ποιησάμενοι πειρασόμεθα περιλαβεῖν ἁπάσας αὐτοῦ τὰς πράξεις ἐν μιᾷ βίβλῳ.
arg. ὡς Ἀλέξανδρος διαδεξάμενος τὴν βασιλείαν κατέστησε τὰ κατὰ τὴν ἀρχήν.
arg. ὡς τὰ νεωτερίζοντα τῶν ἐθνῶν ἀνεκτήσατο.
arg. ὡς Θήβας κατασκάψας καὶ φόβον ἐπιστήσας τοῖς Ἕλλησι στρατηγὸς αὐτοκράτωρ τῆς Ἑλλάδος ᾑρέθη.
arg. ὡς διαβὰς εἰς τὴν Ἀσίαν τοὺς σατράπας ἐνίκησε περὶ τὸν ἐν Φρυγίᾳ Γρανικὸν ποταμόν.
arg. ὡς Μίλητον καὶ Ἁλικαρνασσὸν ἐξεπολιόρκησεν.
arg. μάχη Δαρείου πρὸς Ἀλέξανδρον ἐν Ἰσσῷ τῆς Κιλικίας καὶ νίκη Ἀλεξάνδρου.
arg. Τύρου πολιορκία καὶ Αἰγύπτου παράληψις καὶ πάροδος εἰς Ἄμμωνα τοῦ βασιλέως.
arg. παράταξις ἐν Ἀρβήλοις Ἀλεξάνδρου πρὸς Δαρεῖον καὶ νίκη Ἀλεξάνδρου.
arg. μάχη Ἀντιπάτρου πρὸς Λακεδαιμονίους καὶ νίκη Ἀντιπάτρου.h( deute/ra perie/xei ta/de.
arg. Ἀρβήλων ἅλωσις ὑπʼ Ἀλεξάνδρου καὶ κατάληψις πολλῶν χρημάτων.
arg. ἀνάληψις τῆς δυνάμεως ἐν Βαβυλῶνι καὶ δωρεαὶ τοῖς ἀνδραγαθήσασι.
arg. παρουσία τῶν ἀποσταλέντων μισθοφόρων καὶ συμμάχων.
arg. διάταξις καὶ κατασκευὴ τῆς δυνάμεως.
arg. ὡς Ἀλέξανδρος παρέλαβε Σοῦσαν καὶ τοὺς ἐν αὐτῇ θησαυρούς.
arg. ὡς τῶν παρόδων ἐγκρατὴς ἐγένετο καὶ τῶν ὀνομαζομένων Σουσιάδων Πυλῶν ἐκράτησεν.
arg. ὡς τοὺς ἀκρωτηριασθέντας Ἑλλήνων εὐεργέτησε καὶ τὴν Περσέπολιν παραλαβὼν διήρπασεν.
arg. ὡς κωμάσας ἐνέπρησε τὰ βασίλεια.
arg. Δαρείου θάνατος ὑπὸ Βήσσου.
arg. Ἀλεξάνδρου στρατεία εἰς τὴν Ὑρκανίαν καὶ τῶν ἐν αὐτῇ φυομένων παραδόξων ἀπαγγελία.
arg. ὡς Ἀλέξανδρος ἐπὶ Μάρδους στρατεύσας κατεπολέμησε τὸ ἔθνος.
arg. ὡς Θάληστρις ἡ τῶν Ἀμαζονίδων βασιλεύουσα συνέμιξεν Ἀλεξάνδρῳ.
arg. ὡς ὁ βασιλεὺς ἀνίκητον ἑαυτὸν εἶναι νομίσας ἐζήλωσε τὴν τῶν Περσῶν τρυφήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme