Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

94.1 ὁ δὲ Παυσανίας ἀμετάθετον φυλάττων τὴν ὀργὴν ἔσπευδε μὴ μόνον παρὰ τοῦ πράξαντος λαβεῖν τιμωρίαν, ἀλλὰ καὶ παρὰ τοῦ μὴ τιμωροῦντος αὐτῷ. συνεπελάβετο δὲ ταύτης τῆς προαιρέσεως μάλιστα ὁ σοφιστὴς Ἑρμοκράτης. τοῦ γὰρ Παυσανίου σχολάζοντος αὐτῷ καὶ κατὰ τὴν διατριβὴν πυθομένου πῶς ἄν τις γένοιτο ἐπιφανέστατος, ὁ σοφιστὴς ἀπεκρίθη εἰ τὸν τὰ μέγιστα πράξαντα ἀνέλοι· τῇ γὰρ περὶ τούτου μνήμῃ συμπεριληφθήσεσθαι καὶ τὸν τὴν ἀναίρεσιν αὐτοῦ ποιησάμενον.
94.2 ἀνενέγκας δὲ πρὸς τὴν ἰδίαν ὀργὴν τὸν λόγον καὶ διὰ τὸν θυμὸν οὐδεμίαν τῆς γνώμης ὑπέρθεσιν ποιησάμενος ἐν αὐτοῖς τοῖς ὑποκειμένοις ἀγῶσι τὴν ἐπιβουλὴν συνεστήσατο τοιῷδέ τινι τρόπῳ.
94.3 ἵππους παραστησάμενος ταῖς πύλαις παρῆλθε πρὸς τὰς εἰς τὸ θέατρον εἰσόδους ἔχων κεκρυμμένην Κελτικὴν μάχαιραν. τοῦ δὲ Φιλίππου τοὺς παρακολουθοῦντας φίλους κελεύσαντος προεισελθεῖν εἰς τὸ θέατρον καὶ τῶν δορυφόρων διεστώτων, ὁρῶν τὸν βασιλέα μεμονωμένον προσέδραμε καὶ διὰ τῶν πλευρῶν διανταίαν ἐνέγκας πληγὴν τὸν μὲν βασιλέα νεκρὸν ἐξέτεινεν, αὐτὸς δʼ ἐπὶ τὰς πύλας καὶ τοὺς ἡτοιμασμένους πρὸς τὴν φυγὴν ἔθεεν ἵππους.
94.4 εὐθὺς δὲ τῶν σωματοφυλάκων οἱ μὲν πρὸς τὸ σῶμα τοῦ βασιλέως ὥρμησαν, οἱ δʼ ἐπὶ τὸν τοῦ σφαγέως διωγμὸν ἐξεχύθησαν, ἐν οἷς ὑπῆρχον καὶ Λεόννατος καὶ Περδίκκας καὶ Ἄτταλος. ὁ δὲ Παυσανίας προλαβὼν τῆς διώξεως ἔφθασεν ἂν ἐπὶ τὸν ἵππον ἀναπηδήσας, εἰ μὴ τῆς ὑποδέσεως περὶ ἄμπελόν τινα περιπλακείσης ἔπεσεν. διόπερ οἱ περὶ τὸν Περδίκκαν καταλαβόντες αὐτὸν ἐκ τῆς γῆς ἀνιστάμενον καὶ συγκεντήσαντες ἀνεῖλον.
95.1 Φίλιππος μὲν οὖν μέγιστος γενόμενος τῶν καθʼ ἑαυτὸν ἐπὶ τῆς Εὐρώπης βασιλέων καὶ διὰ τὸ μέγεθος τῆς ἀρχῆς ἑαυτὸν τοῖς δώδεκα θεοῖς σύνθρονον καταριθμήσας τοιαύτης ἔτυχε τῆς τοῦ βίου καταστροφῆς, ἄρξας ἔτη τέσσαρα πρὸς τοῖς εἴκοσι.
95.2 δοκεῖ δʼ οὗτος ὁ βασιλεὺς ἐλαχίστας μὲν εἰς τὴν μοναρχίαν ἀφορμὰς παρειληφέναι, μεγίστην δὲ τῶν παρʼ Ἕλλησι μοναρχιῶν κατακτήσασθαι, ηὐξηκέναι δὲ τὴν ἡγεμονίαν οὐχ οὕτω διὰ τῆς ἐν τοῖς ὅπλοις ἀνδραγαθίας ὡς διὰ τῆς ἐν τοῖς λόγοις ὁμιλίας καὶ φιλοφροσύνης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme