Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

91.3 ὁ μὲν οὖν Φίλιππος σκολιῶς ἔχοντος τοῦ χρησμοῦ πρὸς τὸ ἴδιον συμφέρον ἐξεδέχετο τὸ λόγιον, ὡς τοῦ μαντείου προλέγοντος τὸν Πέρσην ἱερείου τρόπον τυθήσεσθαι· τὸ δʼ ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλὰ τοὐναντίον ἐσήμαινεν ἐν πανηγύρει καὶ θεῶν θυσίαις τὸν Φίλιππον ὥσπερ τὸν ταῦρον ἐστεμμένον σφαγήσεσθαι.
91.4 οὐ μὴν ἀλλὰ δόξας συμμαχεῖν αὐτῷ τοὺς θεοὺς περιχαρὴς ἦν, ὡς τῆς Ἀσίας ὑπὸ Μακεδόνας ἐσομένης αἰχμαλώτου. εὐθὺς οὖν θυσίας μεγαλοπρεπεῖς ἐπετέλει τοῖς θεοῖς καὶ τῆς θυγατρὸς Κλεοπάτρας τῆς ἐξ Ὀλυμπιάδος συνετέλει γάμους καὶ ταύτην Ἀλεξάνδρῳ συνῴκισε τῷ βασιλεῖ τῶν Ἠπειρωτῶν, ἀδελφῷ δὲ ὄντι γνησίῳ τῆς Ὀλυμπιάδος.
91.5 ἅμα δὲ ταῖς τῶν θεῶν τιμαῖς βουλόμενος ὡς πλείστους τῶν Ἑλλήνων μετασχεῖν τῆς εὐωχίας ἀγῶνάς τε μουσικοὺς μεγαλοπρεπεῖς ἐποίει καὶ λαμπρὰς ἑστιάσεις τῶν φίλων καὶ ξένων.
91.6 διόπερ ἐξ ἁπάσης τῆς Ἑλλάδος μετεπέμπετο τοὺς ἰδιοξένους καὶ τοῖς ἑαυτοῦ φίλοις παρήγγειλε παραλαμβάνειν τῶν ἀπὸ τῆς ξένης γνωρίμων ὡς πλείστους. σφόδρα γὰρ ἐφιλοτιμεῖτο φιλοφρονεῖσθαι πρὸς τοὺς Ἕλληνας καὶ διὰ τὰς δεδομένας αὐτῷ τῆς ὅλης ἡγεμονίας τιμὰς ταῖς προσηκούσαις ὁμιλίαις ἀμείβεσθαι.
92.1 τέλος δὲ πολλῶν πανταχόθεν πρὸς τὴν πανήγυριν συρρεόντων καὶ τῶν ἀγώνων καὶ γάμων συντελουμένων ἐν Αἰγέαις τῆς Μακεδονίας οὐ μόνον κατʼ ἄνδρα τῶν ἐπιφανῶν ἐστεφάνωσαν αὐτὸν χρυσοῖς στεφάνοις, ἀλλὰ καὶ τῶν ἀξιολόγων πόλεων αἱ πλείους, ἐν αἷς ἦν καὶ ἡ τῶν Ἀθηναίων.
92.2 ἀναγορευομένου δὲ τοῦ στεφάνου τούτου διὰ τοῦ κήρυκος τὸ τελευταῖον εἶπεν, ἄν τις ἐπιβουλεύσας Φιλίππῳ τῷ βασιλεῖ καταφύγῃ πρὸς Ἀθηναίους, παραδόσιμον εἶναι τοῦτον. διὰ δὲ τῆς αὐτοματιζούσης φήμης ὥσπερ θείᾳ τινὶ προνοίᾳ διεσήμαινε τὸ δαιμόνιον τὴν ἐσομένην ἐπιβουλὴν εὐθὺς τῷ Φιλίππῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme