Book 20
83.2
τοιγαροῦν διὰ τὴν ἐκ τούτων εὐπορίαν πολλὰ καὶ μεγάλα κατεσκευάσθη κατʼ ἐκείνους τοὺς χρόνους ἀναθήματα, ἐν μὲν ταῖς Συρακούσσαις ὁ κατὰ τὴν Μῆσον οἶκος ὁ ἑξηκοντάκλινος ὀνομαζόμενος, τῶν κατὰ τὴν Σικελίαν ἔργων ὑπεραίρων τῷ μεγέθει καὶ τῇ κατασκευῇ, ὃν κατεσκεύασε μὲν Ἀγαθοκλῆς ὁ δυνάστης, διὰ δὲ τὸ βάρος τῶν ἔργων ὑπεραίρων τοὺς τῶν θεῶν ναοὺς ἐπισημασίας ἔτυχεν ὑπὸ τοῦ δαιμονίου κεραυνωθείς, οἵ τε παρὰ τὸν μικρὸν λιμένα πύργοι, τὰς μὲν ἐπιγραφὰς ἔχοντες ἐξ ἑτερογενῶν λίθων, σημαίνοντες δὲ τὴν τοῦ κατασκευάσαντος αὐτοὺς προσηγορίαν Ἀγαθοκλέους, ὁμοίως δὲ τούτοις μικρὸν ὕστερον ὑπὸ Ἱέρωνος τοῦ βασιλέως τό τε κατὰ τὴν ἀγορὰν Ὀλυμπιεῖον καὶ ὁ πλησίον τοῦ θεάτρου βωμός, τὸ μὲν μῆκος ὢν σταδίου, τὸ δʼ ὕψος καὶ πλάτος ἔχων τούτῳ κατὰ λόγον.
83.3
ἐν δὲ ταῖς ἐλάττοσι πόλεσιν, ἐν αἷς ἡ τῶν Ἀγυριναίων καταριθμεῖται, μετασχοῦσα τῆς τότε κληρουχίας διὰ τὴν προειρημένην ἐκ τῶν καρπῶν εὐπορίαν, θέατρον μὲν κατεσκεύασε μετὰ τὸ τῶν Συρακοσίων κάλλιστον τῶν κατὰ Σικελίαν, θεῶν τε ναοὺς καὶ βουλευτήριον καὶ ἀγοράν, ἔτι δὲ πύργων ἀξιολόγους κατασκευὰς καὶ τάφους πυραμίδων πολλῶν καὶ μεγάλων διαφόρων ταῖς φιλοτεχνίαις.
84.1
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Χαρώνδου τὴν ὕπατον ἀρχὴν διεδέξαντο Λεύκιος Αἰμίλιος καὶ Γάιος Πλώτιος. ἐπὶ δὲ τούτων Φίλιππος ὁ βασιλεὺς τοὺς πλείστους τῶν Ἑλλήνων εἰς φιλίαν προηγμένος ἐφιλοτιμεῖτο καὶ τοὺς Ἀθηναίους καταπληξάμενος ἀδήριτον ἔχειν τὴν ἡγεμονίαν τῆς Ἑλλάδος.
84.2
διόπερ ἄφνω καταλαβόμενος Ἐλάτειαν πόλιν καὶ τὰς δυνάμεις εἰς ταύτην ἀθροίσας διέγνω πολεμεῖν τοῖς Ἀθηναίοις. ἀπαρασκεύων δʼ ὄντων αὐτῶν διὰ τὴν συντεθειμένην εἰρήνην ἤλπιζε ῥᾳδίως περιποιήσεσθαι τὴν νίκην· ὅπερ καὶ συνετελέσθη. καταληφθείσης γὰρ τῆς Ἐλατείας ἧκόν τινες νυκτὸς ἀπαγγέλλοντες τὴν κατάληψιν τῆς πόλεως καὶ διότι ταχέως ἥξει Φίλιππος μετὰ τῆς δυνάμεως εἰς τὴν Ἀττικήν.