Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

82.5 κηρύξαντος δʼ αὐτοῦ κατὰ τὴν Ἑλλάδα διότι Συρακόσιοι διδόασι χώραν καὶ οἰκίας τοῖς βουλομένοις μετέχειν τῆς ἐν Συρακούσσαις πολιτείας πολλοὶ πρὸς τὴν κληρουχίαν Ἕλληνες ἀπήντησαν· τέλος δὲ οἰκήτορες ἀπεδείχθησαν εἰς μὲν τὴν Συρακοσίαν τὴν ἀδιαίρετον τετρακισμύριοι, εἰς δὲ τὴν Ἀγυριναίαν μύριοι διὰ τὸ μέγεθος καὶ κάλλος τῆς χώρας.
82.6 εὐθὺ δὲ καὶ τοὺς προϋπάρχοντας νόμους ἐν ταῖς Συρακούσσαις, οὓς συνέγραψε Διοκλῆς, διώρθωσε. καὶ τοὺς μὲν περὶ τῶν ἰδιωτικῶν συμβολαίων ἢ κληρονομιῶν εἴασεν ἀμεταθέτους, τοὺς δὲ περὶ τῶν δημοσίων νενομοθετημένους πρὸς τὴν ἰδίαν ὑπόστασιν ὥς ποτʼ ἐδόκει συμφέρειν διώρθωσεν.
82.7 ἐπιστάτης δʼ ἦν καὶ διορθωτὴς τῆς νομοθεσίας Κέφαλος ὁ Κορίνθιος, ἀνὴρ ἐν παιδείᾳ καὶ συνέσει δεδοξασμένος. ἀπὸ δὲ τούτων γενόμενος τοὺς μὲν Λεοντίνους εἰς Συρακούσσας μετῴκισεν, εἰς δὲ τὴν Καμαριναίαν οἰκήτορας προσθεὶς ἐπηύξησε τὴν πόλιν.
83.1 καθόλου δὲ πάντα τὰ κατὰ τὴν Σικελίαν εἰρηνικῶς καταστήσας ἐποίησε τὰς πόλεις ταχὺ λαβεῖν πολλὴν αὔξησιν πρὸς εὐδαιμονίαν. ἐκ πολλοῦ γὰρ χρόνου διὰ τὰς στάσεις καὶ τοὺς ἐμφυλίους πολέμους, ἔτι δὲ τὸ πλῆθος τῶν ἐπανισταμένων αἰεὶ τυράννων αἱ μὲν πόλεις ἔρημοι τῶν οἰκητόρων ἦσαν, αἱ δὲ χῶραι διὰ τὴν ἀργίαν ἐξηγρίωντο καὶ καρπῶν ἡμέρων ἄφοροι καθειστήκεισαν· τότε δὲ διὰ τὸ πλῆθος τῶν ἐπιπολασάντων οἰκητόρων καὶ διὰ τὴν πολυχρόνιον ἐπιγεγενημένην εἰρήνην ἐξημερώθησαν ταῖς ἐργασίαις καὶ πολλοὺς καὶ παντοδαποὺς ἐξήνεγκαν καρπούς. τούτους δʼ οἱ Σικελιῶται λυσιτελῶς πιπράσκοντες τοῖς ἐμπόροις ταχὺ προσανέδραμον ταῖς οὐσίαις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme