Book 20
78.3
ἤδη δʼ αὐτοῦ κατὰ τὴν Ἀκραγαντίνην ὄντος παραδόξως ἐνέπεσε τῇ στρατιᾷ ταραχὴ καὶ στάσις. τῶν γὰρ μισθοφόρων τις ὄνομα Θρασίος, σεσυληκὼς τὸ ἐν Δελφοῖς ἱερὸν μετὰ τῶν Φωκέων, ἀπονοίᾳ δὲ καὶ θράσει διαφέρων, ἀκόλουθον τοῖς πρότερον τετολμημένοις πρᾶξιν ἐπετελέσατο.
78.4
τῶν γὰρ ἄλλων σχεδὸν ἁπάντων τῶν μετασχόντων τῆς εἰς τὸ μαντεῖον παρανομίας τετευχότων ὑπὸ τοῦ δαιμονίου τῆς προσηκούσης τιμωρίας, καθάπερ μικρῷ πρότερον ἀνεγράψαμεν, μόνος οὗτος διαλεληθὼς τὸ θεῖον ἐπεχείρησε τοὺς μισθοφόρους παρορμᾶν πρὸς ἀπόστασιν.
78.5
ἔφη γὰρ τὸν Τιμολέοντα παραφρονοῦντα πρὸς ὁμολογουμένην ἀπώλειαν ἄγειν τοὺς στρατιώτας· ἑξαπλασίους γὰρ ὄντας τοὺς Καρχηδονίους καὶ πάσαις ταῖς παρασκευαῖς ἀνυπερβλήτους ὑπάρχοντας ἐπαγγέλλεται νικήσειν, ἐναποκυβεύων ταῖς τῶν μισθοφόρων ψυχαῖς, οὐδὲ τοὺς ὀφειλομένους μισθοὺς πολλοῦ χρόνου διὰ τὴν ἀπορίαν ἀποδεδωκώς.
78.6
συνεβούλευεν οὖν ἀνακάμπτειν εἰς τὰς Συρακούσσας καὶ τοὺς μισθοὺς ἀπαιτεῖν, ἐπὶ δὲ στρατείαν ἀπεγνωσμένην μὴ συνακολουθεῖν.
79.1
τῶν δὲ μισθοφόρων ἀσμένως τοὺς λόγους δεχομένων καὶ νεωτερίζειν ἐπιχειρούντων μόγις πολλὰ δεηθεὶς αὐτῶν ὁ Τιμολέων καὶ δωρεὰς ἐπαγγελλόμενος κατέπαυσε τὴν ταραχήν. ὅμως δὲ τῷ Θρασίῳ χιλίων συνακολουθησάντων τὴν μὲν τούτων κόλασιν εἰς ἕτερον ἀνεβάλετο καιρόν, γράψας δὲ πρὸς τοὺς ἐν Συρακούσσαις φίλους προσδέξασθαι αὐτοὺς φιλοφρόνως καὶ τοὺς μισθοὺς ἀποδοῦναι τὴν μὲν ταραχὴν πᾶσαν εἰς τέλος κατέσβεσε, τῶν δʼ ἀπειθησάντων ἀφείλατο τὴν ἐκ τῆς νίκης εὐδοξίαν.
79.2
αὐτὸς δὲ τοὺς ἄλλους ταῖς φιλανθρώποις ἐντεύξεσιν εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀποκαταστήσας προῆγεν ἐπὶ τοὺς πολεμίους οὐ μακρὰν στρατοπεδεύοντας. συναγαγὼν δʼ εἰς τὴν ἐκκλησίαν τοὺς στρατιώτας καὶ διὰ τῶν λόγων θάρσος παραστήσας τοῖς πλήθεσι διῆλθε μὲν τὴν τῶν Φοινίκων ἀνανδρίαν, ὑπέμνησε δὲ τῆς Γέλωνος εὐημερίας.
79.3
πάντων δὲ καθάπερ τινὶ μιᾷ φωνῇ βοώντων ἐπιθέσθαι τοῖς βαρβάροις καὶ κατάρχεσθαι τῆς μάχης, κατὰ τύχην ὑποζυγίων σέλινα κομιζόντων εἰς τὰς στιβάδας ὁ Τιμολέων ἔφη δέχεσθαι τὸν οἰωνὸν τῆς νίκης· τὸν γὰρ Ἰσθμιακὸν στέφανον ἐκ σελίνου συνίστασθαι.